βούλησις μὲν γάρ ἐστιν καὶ τῶν ἀδυνάτων, οἷον βουλόμεθα μὲν 2 3 ἀθάνατοι εἶναι, προαιρούμεθα δὲ οὔ. ἔτι δὲ προαίρεσις μὲν οὐκ ἔστιν τοῦ τέλους, ἀλλὰ τῶν πρὸς τὸ τέλος, οἷον οὐθεὶς προαιρεῖται ὑγιαίνειν, ἀλλὰ τὸ πρὸς τὴν ὑγίειαν
προαιρούμεθα, περιπατεῖν, τροχάζειν· βουλόμεθα δὲ τὰ τέλη.
ἀντικαταλλαττώμεθα τὸ βέλτιον ἀντὶ τοῦ χείρονος ἐν αἱρέσει ὄντος, ἐνταῦθα τὸ προαιρεῖσθαι δόξειεν ἂν οἰκεῖον εἶναι.
προανρούμεθα; ἢ οὔ; πολλάκις γὰρ διανοούμεθα ὑπὲρ τῶν ἐν Ἰνδοῖς, ἀλλʼ οὔτι καὶ προαιρούμεθα.
ἐστίν, ὥσπερ ἔμπροσθεν ἐλέχθη, ἡ προαίρεσις τῶν πρὸς τὸ τέλος ἀγαθῶν καὶ οὐ τοῦ τέλους, καὶ τῶν δυνατῶν ἡμῖν, καὶ τῶν ἀντιλογίαν παραδιδόντων πότερον τοῦτο ἢ τοῦτο αἱρετόν, δῆλον ὅτι δέοι ἂν πρότερον διανοηθῆναι ὑπὲρ αὐτῶν καὶ βουλεύσασθαι, εἶθʼ ὅταν ἡμῖν φανῇ κρεῖττον διανοηθεῖσιν,
οὕτως ὁρμή τις τοῦ πράττειν ἐστίν, καὶ τοῦτο δὴ πράττοντες κατὰ προαίρεσιν δοκοῦμεν πράττειν,
διανοηθῆναι, τὸ δὲ κατὰ προαίρεσιν πᾶν ἦν μετὰ διανοίας.
τπροαίρεσιν τάττοντες.
ἐρωτᾷ διὰ τί, ὅτι, φησίν, καὶ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει. ἐν μὲν οὖν τοῖς τοιούτοις ἐκ τῆς ἀρχῆς ὡρισμένης ἔλαβον τὸ διὸ τί· ἐν δέ γε τοῖς πρακτοῖς, ἐν οἷς ἡ προαίρεσις, οὐχ οὕτως (οὐδεμία γὰρ κεῖται ὡρισμένη), ἀλλʼ ἂν ἀπαιτῇ τις, διὰ τί τοῦτο ἔπραξας; ὅτι οὐκ ἐνῆν ἄλλως, ἢ ὅτι
βέλτιον οὕτως. ἐξ αὐτῶν τῶν συμβαινόντων, ὁποῖʼ ἂν φαίνηται βελτίω εἶναι, ταῦτα προαιρεῖται καὶ διὰ ταῦτα.
῎ξγράψαι τὸ ὄνομα Ἀρχικλέους. ἡ οὖν ἁμαρτία οὐ γίγνεται ἐν τῇ διανοίᾳ, ἀλλʼ ἐν τῇ ἐνεργείᾳ τοῦ γράφειν. ἐν οἷς γὰρ μή ἐστιν ἡ ἁμαρτία ἐν τῇ διανοίᾳ, οὐδὲ βουλεύονται ὑπὲρ 6 τούτων· ἀλλʼ ἐν οἷς ἤδη ἀόριστόν ἐστι τὸ ὡς δεῖ, ἐνταῦθα ἡ
ἁμαρτία.
δὲ τούτων φερόμεθα διʼ ἡδονὴν καὶ λύπην· διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τὰ καλὰ φεύγομεν.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.