αὐτὰ πράττομεν εἰσὶν δὲ αἱ πράξεις γεγενημέναι ἔκ τινων ἀρχῶν, δῆλον ὅτι, ἐπειδὴ αἱ πράξεις μεταβάλλουσιν, καὶ αἱ ἀρχαὶ τῶν πράξεων, ἀφ᾿ ὧν εἰσί, μεταβάλλουσιν, ὥσπερ ἔφαμεν παραβάλλοντες ἐπὶ τῶν ἐν γεωμετρίᾳ.
βούλησις καὶ τὸ κατὰ λόγον πᾶν. δῆλον τοίνυν ὅτι καὶ 1 αὗται μεταβάλλουσιν. μεταβάλλομεν δὲ καὶ ταῖς πράξεσιν ἑκόντες· ὥστε καὶ ἡ ἀρχὴ [καὶ] ἡ προαίρεσις μεταβάλλει [γὰρ] ἑκουσίως. ὥστε δῆλον ὅτι ἐφ᾿ ἡμῖν ἂν εἴη καὶ
σπουδαίοις εἶναι καὶ φαύλοις.
ἄριστον ἕξει τὸ σῶμα. δεῖ γὰρ μὴ μόνον τὴν ἐπιμέλειαν ὑπάρχειν, ἀλλὰ καὶ τῇ φύσει γίνεσθαι τὸ σῶμα καλὸν κἀγαθόν. βέλτιον μὲν οὖν ἕξει τὸ σῶμα, ἄριστα μέντοι πάντων οὔ.
ἡ φύσις ὑπάρξῃ, βελτίων μέντοι ἔσται.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.