ἁπάντων γὰρ καὶ τῶν ἄλλων ἐξαδυνατεῖ ἡμῶν ἡ φύσις ἀσθενὴς οὖσα πρὸς τὸ ἐπὶ πολὺ ἀφικνεῖσθαι. οὔτε γὰρ τῇ ὄψει ἐπὶ πολὺ ὁρῶμεν, ἀλλʼ ἐὰν πλέον ἀποστήσῃς τοῦ συμμέτρου, ἐλλείπει διὰ τὴν ἀσθένειαν τῆς φύσεως, οὔτʼ ἐπʼ ἀκοῆς, οὔτʼ ἐπὶ τῶν ἄλλων ὁμοίως ἁπάντων.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.