εἰ γὰρ ἡ φρόνησις ἀρετὴ ἐστίν, ὡς φαμέν, τοῦ μαρίου τοῦ ἑτέρου τῶν λόγον ἐχόντων, ἔστιν δὲ χείρων ἡ φρόνησις τῆς σοφίας (περὶ χείρω γὰρ ἐστίν· ἡ μὲν γὰρ σοφία περὶ τὸ ἀίδιον καὶ τὸ θεῖον, ὡς φαμέν, ἡ δὲ φρόνησις περὶ τὸ συμφέρον ἀνθρώπῳ), εἰ οὖντὸ χεῖρον ἀρετὴ ἐστί, τό γε βέλτιον εἰκός
ἐστιν ἀρετὴν εἶναι, ὥστε δῆλον ὅτι ἡ σοφία ἀρετὴ ἐστίν.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.