καιρῷ τῷ πρέποντι τὸ μέγα δαπανᾷ, ὀρθῶς τῇ μεγαλοπρεπείᾳ τοὔνομα κεῖται. ἡ μεγαλοπρέπεια ἄρα ἂν εἴη, ἐπειδή ἐστιν ἐπαινετή, μεσότης τις ἐλλείψεως καὶ ὑπερβολῆς τῆς περὶ δαπάνας τὰς προσηκούσας, ἐν οἷς δεῖ εἰσὶ
δέ, ὡς οἴονται, καὶ πλείους μεγαλοπρέπειαι, οἷόν φασι
μεγαλοπρεπῶς τʼ ἐβάδισε, καὶ ἄλλαι δὴ τοιαῦται 1 2 μεγαλοπρέπειαι μεταφοραῖς λέγονται, οὐ κυρίως· οὐ γάρ ἐστιν ἐν τούτοις μεγαλοπρέπεια, ἀλλʼ ἐν οἷς εἰρήκαμεν..
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.