ἂν ἔχειν καὶ ἐπʼ ἀρετῆς, μᾶλλον εἶναι αὐτῆς τὸν σκοπὸν [πρὸς] τὸ τέλος, ὃ δεῖ ὀρθῶς προθέσθαι, τὰ πρὸς τὸ τέλος· καὶ ἐξ ὧν τοῦτʼ ἔσται οὐθεὶς ἄλλος ποριεῖ, καὶ εὑρήσει ἂ δεῖ πρὸς τοῦτο. καὶ εὔλογον δὲ τούτου εἶναι προθετικὴν τὴν ἀρετήν· ἐν οἷς γὰρ ἡ ἀρχὴ τοῦ βελτίστου ἐστίν,
ἕκαστον καὶ προθετικὸν καὶ ποιητικόν. οὐθὲν οὖν βέλτιον τῆς ἀρετῆς ἐστίν· ταύτης γὰρ ἕνεκα καὶ τἆλλα ἐστίν, καὶ πρὸς ταύτην ἐστὶν ἡ ἀρχή, καὶ τούτου ἕνεκεν μᾶλλον τὰ πρὸς τοῦτʼ ἐστίν
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.