ἀπαντήσεται. καὶ γὰρ εἰ κατʼ ἐπιθυμίαν, οὐκ ἐξ ἀνάγκης· τῇ γὰρ ἐπιθυμίᾳ ἡδονὴ ἀκολουθεῖ, τὰ δὲ δι᾿ ἡδονὴν οὐκ ἐξ ἀνάγκης. — καὶ ἄλλως τοῦτ᾿ ἂν γένοιτο δῆλον, ὅτι ὁ ἀκρατὴς ἑκὼν πράττει. οἱ μὲν γὰρ ἀδικοῦντες ἑκόντες ἀδικοῦσιν, οἱ δὲ ἀκρατεῖς ἄδικοι καὶ ἀδικοῦσιν· ὥστε ὁ ἀκρατὴς ἑκὼν
ἂν πράττοι τὰ κατὰ τὴν ἀκρασίαν.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.