ἔπειθ᾿ οἱ πωληταὶ ιݲ μέν εἰσι, κληροῦται δ᾿ δἰς ἐκ τῆς φ[υ]λῆς.
5
[μ]ισθοῦσι δὲ τὰ μισθώματα πάντα, καὶ τὰ μέταλλα πωλοῦσι καὶ τὰ τέλη μετὰ τοῦ ταμίου τῶν στρατιωτικῶν καὶ τῶν ἐπὶ τὸ θεωρικὸν ᾑρημένων ἐναντίον τῆς [βουλῆς], καὶ κυροῦσιν ὅτῳ ἄν ἡ βουλὴ χειροτονήσῃ, καὶ τὰ πραθέντα μέταλλα τά τ᾿ ἐργάσιμα τὰ εἰς τρία ἔτη πεπραμένα καὶ τὰ πραθέντα μέταλλα τά τ᾿ ἐργάσιμα τὰ εἰς τρία ἔτη πεπραμένα καὶ τὰ
συγκεχωρημένα τὰ εἰς — ἔ[τη] πεπραμένα. καὶ τὰς οὐσίας τῶν ἐξ Ἀ ρείου πάγου φευγόντων καὶ τῶν ἄλλων ἐναν[τίον τῆς] βουλῆς πωλοπυσιν, κατακυροῦσι δ᾿ οἱ θݲ ἄρχοντες. καὶ τὰ τέλη τὰ εἰς ἐνιαυτ[ὸ]ν πεπραμένα ἀναγράψαντες εἰς λελυκωμένα γραμματεῖς τόν τε πριάμενον καὶ [ὅσου] ἄν πρίηται τῇ βουλῇ παραδιδόασιν. ἀναγράφουσιν δὲ χωρὶς μὲν οὕς δεῖ
6
κατὰ πρ[υτ]ανείαν ἑκάστην καταβάλλειν εἰς δέκα γραμματεῖα, χωρὶς δὲ οὕς τρὶς τοῦ [ἐ]νιαυτοῦ, γραμματεῖον κατὰ τὴν καταβολὴν ἑκάστην ποιήσαντες, χωρὶς δ᾿ οὕς [ἐπ]ὶ τῆς ἐνάτης πρυτανείας. ἀνγράφουσι δὲ καὶ τὰ χωρία καὶ τὰς οἰκίας τἀ[πο]γρα[φ]έντα καὶ πραθέντα ἐν τῷ δικαστηρίῳ· καὶ γὰρ
7
8
9
ταῦθ’ οὗτοι πωλ[οῦσιν. ἐστὶ] δὲ τῶν μὲν οἰκιῶν ἐν εݲ ἔτεσιν ἀνάγκη τὴν
10
τιμὴν ἀποδοῦναι, τῶν δὲ χωρίων ἐν δέκα· καταβάλλουσιν δὲ ταῦτα ἐπὶ τῆς ἐνάτης πρυτανείας. εἰσφέρει δὲ καὶ ὁ βασιλεὺς τὰς μισθώσεις τῶν
11
τεμενῶν ἀναγράψας ἐν γραμματεί[οις λε]λε[υ]κωμένοις. ἐστὶ δὲ καὶ τούτων
ἡ μὲν μίσθωσις εἰς ἔτη δέκα, καταβάλλεται δ’ ἐπὶ τῆς [θ] πρυτανείας· καὶ πλεῖστα χρήματα ἐπὶ ταύτης συλλέγεται τῆς πρυ[τ]ανείας. εἰσφέρεται
12
μὲν οὖν εἰς βουλὴν τὰ γραμματεῖα κ[ατὰ] τὰς καταβολὰς ἀναγεγραμμένα, τηρεῖ δ’ δημόσιος· ὅταν δ’ ᾖ χρημάτων κατα]βολή, παραδίδωσι τοῖς ἀποδέκταις δέκταις αὐτὰ ταῦτα καθελ[ὼν] ἀπ[ὸ τῶν] ἐπιστυλίων ὧν ἐν ταύτῃ τῇ ἡμέρᾳ
δεῖ τὰ χρήματα καταβληθ[ῆν]αι κ[αὶ ἀ]παλεφθῆναι· δ’ τὰ ἄλλα ἀπόκειται χωρὶς ἵνα μὴ προεξαλε[φθῇ].