XXII. τούτων δὲ γενομένων δημοτικωτέρα πολὺ τῆς Σόλωνος ἐγένετο
1
ἡ πολιτεία· καὶ γὰρ συνέβη τοὺς μὲν Σόλωνος νόμους ἀφανίσαι τὴν τυραννίδα διὰ τὸ μὴ χρῆσθαι, και[ν]οὺς δ᾿ ἂλλους θεῖναι τὸν Κλεισθένη στοχαζόμενον τοῦ πλήθους, ἐν οἰς ἐτέθη καὶ ὁ περὶ τοῦ ὀστρακισμοῦ νόμος. πρῶτον
2
μὲν οὖν ἒτει πέμπτῳ μετὰ ταύτην τὴν κατάστασιν ἐφ᾿ Ἑρμοκρέοντος ἂρχοντος τῇ βουλῇ τοῖς πεντακοσίοις τὸν ὃρκον ἐποίησαν ὃν ἒτι καὶ νῦν
3
4
5
6
ὀμνύουσιν. ἒπειτα τοὺς στρατηγοὺς ᾐροῦντο κατὰ φυλάς, ἐξ ἑκάστης φυλῆς
7
ἓνα, τῆς δὲ ἁπάσης στρατιᾶς ἡγεμὼν ἦν ὁ πολέμαρχος. ἒτει δὲ μετὰ
8
ταῦτα δωδεκάτῳ νικήσαντες τὴν ἐν Μαραθῶνι μάχην ἐπἰ Φαινίππου ἂρχοντος, διαλιπόντες ἒτη δύο μετὰ τὴν νίκην, θαρροῦντος ἢδη τοῦ δήμου τότε πρῶτον
ἐχρήσαντο τῷ νόμῳ περὶ τὸν ὀστρακισμόν, ὃς ἐτέθη διὰ τὴν ὑποψίαν τῶν ἐν ταῖς δυνάμεσιν, ὃτι Πεισίστρατος δημαγωγὸς καὶ στρατηγὸς ὢν τύραννος κατέστη. καὶ πρῶτος ὠστρακίσθη τῶν ἐκείνου συγγενῶν
9
Ἵππαρχος χάρμου Κολλυτεύς, Κολλυτεύς, δἰ δν καὶ μάλιστα τὸν νόμον ἒθηκεν ὁ Κλεισθένης, ἐξελάσαι βουλόμενος αὐτόν. οἱ γὰρ Ἀθηναῖοι τοὺς τῶν τυράννων
φίλους, ὃσοι μὴ συνεξαμαρτάνοιεν ἐν ταῖς ταραχαῖς, εἲων οἰκεῖν τὴν πόλιν, χρώμενοι τῇ εἰωθυίᾳ τοῦ δήμου πρᾳότητι· ὦν ἡγεμὼν καὶ προστάτης ἦν Ἵππαρχος. εὐθὺς δὲ τῷ ὑστέρῳ ἒτει ἐπὶ Τελεσίνου ἂρχοντος ἐκυάμευσαν
10
τοὺς ἐννέα ἂρχοντας κατὰ φυλὰς ἐκ τῶν προκριθέντων ὑπὸ τῶν δημοτῶν πεντακοσίων τότε μετὰ τὴν τυραννίδα πρῶτον· οἱ δὲ πρότεροι πάντες ἦσαν
αἱρετοί· καὶ ὠστρακίσθη Μεγακλῆς Ἰπποκράτους Ἀλωπεκῆθεν. ἐπὶ μὲν
11
οὖν ἔτη γݲ τοὺς τῶν τυράννων φίλους ὠστράκιζον, ὦν χάριν ὁ νόμος μετὰ δὲ ταῦτα τῷ τετάρτῳ ἒτει καὶ τῶν ἂλλων εἲ τις δοκοίη μείζων μεθίσταντο· καὶ πρῶτος ὠστρακίσθη τῶν ἂπωθεν τῆς τυραννίδος Ξάνθιππος ὁ Ἀρίφρονος. ἒτει δὲ τρίτῳ μετὰ ταῦτα Νικοδήμου ἂρχοντος, ὡς ἐφάνη
12
τὰ μέταλλα τὰ ἐν Μαρωνείᾳ καὶ περιελένετο τῇ πόλει τάλαντα ἑκατὸν ἐκ τῶν ἒρλων, συμβομλευόντων τινῶν τῷ δήμῳ διανείμασθαι τὸ ἀργύριον Θεμιστοκλῆς ἐκώλυσεν, οὐ λέγων ὃ τι χρήσεται τοῖς χρήμασιν ἀλλὰ δανεῖσαι κελεύων τοῖς πλουσιωτάτοις Ἀθηναίων ἑκατὸν ἐκάστῳ τάλαντον, εἶτ᾿ ἐὰν μὲν ἀρέσκῃ τὸ ἀνάλωμα, τῆς πόλεως εἶναι τὴν δαπάνην, εἰ δὲ
μή κομίσασθαι τὰ χρήματα παρὰ τῶν δανεισαμένων. λαβὼν δ᾿ ἐπὶ τούτοις ἐναυπηγήσατο τριὴρεις ἑκατὸν, ἑκάστου ναυπηγουμένου τῶν ἑκατὸν μίαν,
13
14
15
αἶς ἀναυμάχησαν ἐν Σαλαμἶνι πρὸς τοὺς βαρβάρους. ὠστρακίσθη δ᾿ ἐν
16
τούτοις τοῖς καιροῖς Ἀριστείδης ὁ Λυσιμάχου. τετάρτῳ δ᾿ ἒτει κατεδέξαντο
17
πάντας τοὺς ὠστρακισμένους ἂρχοντος γψιχίδου, διὰ τὴν Ξέρξου στρατείαν· καὶ τὸ λοιπὸν ὣρισαν τοῖς ὀστρακιζομένοις ἐντὸς Γεραιστοῦ καὶ
Σκυλλαίου κατοικεῖν ἢ ἀτίμους εἶναι καθάπαξ.