παναθηναίων καὶ τὸν ἀγῶνα τῆς μουσικῆς καὶ τὸν γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν, καὶ τὸν πέπλον ποιουνται, καὶ τοὺς ἀμφορεῖς ποιοῦνται 2 3 4 5 μετὰ μετὰ τῆς βουλῆς, καὶ τὸ ἔλαιον τοῖς ἀθληταῖς ἀποδιδόασι. συλλέγεται 6 δὲ τὸ ἔλαιον ἀπὸ τῶν μοριῶν· εἰσπράττει δὲ τοὺς τὰ χωρία κεκτημένους 7 ἐν οἷς αἱ μορίαι εἰσὶν ὁ ἄρχων, τρί’ ἡμικοτύλια ἀπὸ τοῦ στελέχους ἑκάστου. πρότερον δ’ ἐπώλει τὸν καρπὸν ἡ πόλις· καὶ εἴ τις ἐξορύξειεν ἐλαίαν μμορίαν
ἤ κατάξειεν, ἔκρινεν ἡ ἐξ Ἀρείου πάγου βουλή, καὶ εἴ [τ]ου θαν[ά]τῳ τοῦτον ἐζημίουν. ἐξ οὗ δὲ τὸ ἔλαιον ὁ τὸ χωρίον κε|κτημένος 8 ἀποτίνει, ὁ μὲν νόμος ἔστιν, ἡ δὲ κρίσις καταλέλυται. τὸ δὲ ἔλα[ιον] έκ τοῦ κτήματος, οὐκ ἀπὸ τῶν στελεχῶν ἐστι τῇ πόλει. συλλέξας οὖν 9 ὁ ἄρχων τὸ ἐφ’ ἑαυ[τοῦ] γιγνόμενον τοῖς ταμίαις παραδίδωσιν εἰς
καὶ οὐκ ἔστιν ἀναβῆναι πρότερον εἰς [Ἄρε] πάγον, πρὶν ἄν παραδῷ τοῖς ταμίαις. οἱ δὲ ταμίαι τὸv μὲν ἄλλον χρόνον τηροῦσιν ἐν ἀκροπόλει, τοῖς Παναθηναίοις ἀπομετροῦσι τοῖς ἀθλοθέταις, οἱ δ’ ἀθλοθέται τοῖς νικῶσι τῶν ἀγωνιστῶν. ἔστι γὰρ ἆθλα τοῖς μὲν τὴν μουσικὴν νικῶσιν ἀργύρια καὶ χροσία, τοῖς δὲ τὴν εὐανδρίαν ἀσπίδες, τοῖς δὲ τὸν
γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν ἔλαιον.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.