ἀδικεῖν ἡ βουλὴ καταγνῷ ἢ ζημιώσῃ, τὰς καταγνώσεις καὶ τὰς ἐπιζημιώσεις εἰσάγειν τοὺς θεσμοθέτας εἰς τὸ δικαστήριον, καὶ ὅ τι ἂν· οἱ δικασταὶ ψηφίσωνται, τοῦτο κύριον εἰναι.
ἔξεστι δὲ τοῖς ἰδιώταις εἰσαγγέλλειν ἣν ἂν βούλωνται τῶν ἀρχῶν μὴ χρῆσθαι τοῖς νόμοις· ἔφεσις δὲ καὶ τούτοις ἐστὶν εἰς τὸ δικαστήριον ἐὰν αὐτῶν ἡ βουλὴ καταγνῷ.
νῦν δὲ τούτοις ἔφεσίς ἐστιν εἰς τὸ δικαστήριον. τούτων μὲν οὖν ἄκυρός ἐστιν ἡ βουλή· προβουλεύει δ’ εἰς τὸν δῆμον, 6 καὶ οὐκ ἔξεστιν οὐδὲν ἀπροβούλευτον οὐδ’ ὅ τι ἂν μὴ προγράψωσιν οἱ πρυτάνεις ψηφίσασθαι τῷ δήμῳ· κατ’ αὐτὰ τὰp. ταῦτα ἔνοχός ἐστιν ὁ νικήσας γραφῃ παρανομων.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.