καὶ τὰ αὑτῶν παρπουμένους. τὸ δ’ ἱερὸν εἶναι κοινὸν ἀμφοτέρων, ἐπιμελεῖσθαι 2 δὲ Κήρυκας καὶ Εὐμολπίσας κατὰ τὰ πάτρια. μὴ ἐξεῖναι δὲ μήτε τοῖς Ἐλευσινόθεν εἱς τὸ ἂστυ μήτε τοῖς ἐκ τοῦ ἂστεως Ἐλευσινάδε ἰέναι πλὴν μουτηρίοις ἑκατερους. συντελεῖν δὲ ἀπὸ τῶν προσιόντων εἰς τὸ 3 συμμαχικ[]ον καθάπερ τοὺς ἄλλους Ἀθηναίους. ἐὰν δέ τινες τῶν ἀπιόντων 4 οἰκίαν λαμβάνωνσιν Ἐλευσῖνι, συμπείθειν τὸν κεκτημένον· ἐὰν δὲ μὴ 5 συμβαίνωσιν ἀλλήλοις, τιμητὰς ἑλέσθαι τρεῖς ἑκάτερον, καὶ ἥντιν᾿ ἄν οὗτοι τάξωσιν τιμὴν λαμβάνειν. Ἐλευσινίων δὲ συνοικεῖν οὕς ἄν οὗτοι βούλωνται.
τὴν δ᾿ ἀπογραφὴν εἷναι τοῖς βουλομένοις ἐξοικεῖν, τοῖς μὲν ἐπιδημοῦσιν ἀφ᾿ 6 ἧς ἄν ὀμόσωσιν τοὺς ὅρκους δ[έκ]α ἡμερῶν, τὴν δ᾿ ἐξοίκησιν εἴκοσι, τοῖς δ᾿ ἀποδημοῦσιν ἐπειδὰν ἐπιδημήσωσιν κατὰ ταὐτὰ. μὴ ἐξεὶναι δὲ ἄρχειν 7 μηδεμίαν ἀρχὴν τῶν τῷ ἄστει τὸν Ἐλευσῖνι κατοικοῦντα, πρὶν ἄν ἄπογράψηται πάλιν ἐν τῷ ἄστει κατοικεῖν. τάς δὲ | δίκας τοῦ φόνου εἷναι 8
κατὰ τὰ πάτρια, εἴ τίς αὐτοχειρίᾳ ἢ ἔτρωσεν. τῶν δὲ 9 παρεληλυθότων μηδενὶ πρὸς μηδένα μνηικακεῖν ἐξεῖναι πλὴν πρὸς τοὺς τριάκοντα καὶ τοὺς δέκα καὶ τοὺς ἕνδεκα καὶ τοὺς τοῦ Πειραιέως ἄρξαντας, μηδὲ πρὸς τούτους, ἐὰν διδῶσιν εὐθύνας. εὐθύνας δὲ δοῦναι τοὺς μὲν ἐν πειραιεῖ ἄρξαντας ἐν τοῖς ἐν Πειραιεῖ, τοὺς δ᾿ ἐν τῷ ἄστει ἐν τοῖς τὰ
τιμήματα παρεχομένοις. εἷθ᾿ οὕτως ἐξοικεῖν τοὺς ἐθέλοντας. τὰ δὲ χρήματα ἅ ἐδανείσαντο εἰς τὸν πόλεμον ἑχατέρους ἀποδοῦναι χωρίς.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.