εἷχον οἱ πολλοί, φοβηθέντες μὴ προστάτης γενόμενος τοῦ δήμου καταλάυσῃ τὴν δυναστείαν καταλέγουσιν τῶν πολιτῶν τρισχιλίους ὡς μεταδώσοντες τῆς πολιτείας. Θηραμένης δὲ πάλιν ἐπιτιμᾷ καὶ τούτοις, πρῶτον μὲν ὅτι 2 βουλόμενοι μεταδοῦναι τοῖς ἐπιεικέσι τρισχιλίοις μόνοις μεταδιδόασι, ὡς ἐν τούτῳ τῷ πλήθει τῆς ἀρετῆς ὡρισμένης ἔπειθ᾿ ὅτι δύο τὰ ἐναντιώτατα
ποιοῦσιν, βίαιόν τε τὴν ἀρχὴν καὶ τῶν ἀρχομένων ἥττω κατασκευάζοντες. 3 4 οἱ δὲ τούτων μὲν ὠλιγώρησαν, τὸν δὲ κατάλογον τῶν πρισχιλίων πολὺν 5 μὲν χρόνον ὑπερεβάλλοντο καὶ παρ’ αὑτοῖς ἐφύλαττον τοὺς ἐγνεσμένους, ὃτε δὲ καὶ δόξειεν αὐτοῖς ἐξφέρειν τοὺς μὲν ἐξήλειφον τῶν <ἐγ>γεγραμμένων, τοὺς δ’ ἀντενέγραφον τῶν ἒξωθεν.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.