Ἄτοσσα
πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
ξύνειμʼ, ἀφʼ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·
ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμην
ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.
180
ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε,
ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένους
185
ταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδα
κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.
τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼν
κατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕπο
190
ζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένων
τίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ
ἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα,
ἡ δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου
διασπαράσσει καὶ ξυναρπάζει βίᾳ
195
ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.
πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
Δαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷ
Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
Persians. Aeschylus. ed. Herbert Weir Smyth. New York. 1922.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.