θύρσοι μαιμώοντο καὶ ἐς σπείρημα δρακόντων
ζωστῆρές θʼ ἕλικές τε πολυγνάμπτης ἑλίνοιο,
ἦμος ὅτ᾿ ἀφραδίῃσι θεοῦ ἀτίτησαν ἑορτήν.
Τοὔνεκα Νυσαίην μὲν ἐφημίξαντο κέλευθον,
κόσμω δʼ ἐστήσαντο σὺν υἱάσιν ὄργια πάντα.
1160
Αὐτὸς δʼ ὁππότε φῦλα κελαινδῶν ὤλεσεν Ἰνδῶν,
ʼΗμωδῶν ὀρέων ἐπεβήσατο, τῶν ὑπὸ πέζαν
ἕλκεται ἠῴοιο μέγας ῥόος Ὠκεανοῖο.
Ἔνθα δύω στήλας ἐρύσας περὶ τέρματα γαίης,
καγχαλόων μετὰ χεῦμα κατήλυθεν Ἰσμηνοῖο.
1165
Τόσσοι μὲν κατὰ γαῖαν ὑπέρτατοι ἄνδρες ἔασιν·
ἄλλοι δʼ ἔνθα καὶ ἔνθα κατʼ ἠπείρους ἀλόωνται
μυρίοι, οὓς οὐκ ἄν τις ἀριφραδέως ἀγορεύσοι
θνητὸς ἐών· μοῦνοι δὲ θεοὶ ῥέα πάντα δύνανται.
Αὐτοὶ γὰρ καὶ πρῶτα θεμείλια τορνώσαντο,
1170
καὶ βαθὺν οἶμον ἔδειξαν ἀμετρήτοιο θαλάσσης·
αὐτοὶ δʼ ἔμπεδα πάντα βίῳ διετεκμήραντο,
ἄστρα διακρίναντες, ἐκληρώσαντο δʼ ἑκάστῳ
μοῖραν ἔχειν πόντοιο καὶ ἠπείροιο βαθείης.
Τῷ ῥα καὶ ἀλλοίην ῥυσμοῦ φύσιν ἔλλαχʼ ἑκάστη
1175
ἡ μὲν γὰρ λευκή τε καὶ ἀργινόεσσα τέτυκται,
ἡ δὲ κελαινοτέρη, ἡ δʼ ἀμφοτέρων λάχε μορφήν·
ἄλλη δʼ Ἀσσυρίης ἐναλιγκίη ἄνθεί μίλτου,
ἄλλαι δʼ ἀλλοῖαι· τὼς γὰρ μέγας ἐφράσατο Ζεύς.
Οὕτως ἀνθρώποις ἑτεροίια πάντα τέτυκται.
1180
Ὑμεῖς δʼ ἤπειροί τε καὶ εἰν ἁλὶ χαίρετε, νῆσοι,
ὕδατά τʼ Ὠκεανοῖο καὶ ἱερὰ χεύματα πόντου
καὶ ποταμοὶ κρῆναί τε καὶ οὔρεα βησσήεντα.
Ἤδη γὰρ πάσης μὲν ἐπέδραμον οἶδμα θαλάσσης,
ἤδη δʼ ἠπείρων σκολιὸν πόρον· ἀλλά μοι ὕμνων
1185
αὐτῶν ἐκ μακάρων ἀντάξιος εἴη ἀμοιβή.