ἀλλʼ ἔμπης ζωοῖσιν ἐπαρκέες εἰσὶ κέλευθοι
ἄλλον γάρ σφισιν ὄλβον ἀκήρατον αἶα κομίζει·
πάντη γὰρ λίθος ἐστὶν ἐρυθροῦ κουραλίοιο,
πάντη δʼ αὖ πέτρῃσιν ὑπὸ φλέβες ὠδίνουσι
χρυσείης κυανῆς τε καλὴν πλάκα σαπφείροιο,
1105
τῆς ἀποτεμνόμενοι βιοτήσιον ὦνον ἔχουσιν.
Πρὸς δʼ αὐγὰς Ἰνδῶν ἐρατὴ παραπέπταται αἶα,
πασάων πυμάτη, παρὰ χείλεσιν Ὠκεανοῖο,
ἥν ῥάτ ἀνερχόμενος μακάρων ἐπὶ ἔργα καὶ ἀνδρῶν
ἠέλιος πρώτῃσιν ἐπιφλέγει ἀκτίνεσσιν.
1110
Τῷ γαίης ναέται μὲν ὑπὸ χρόα, κυανέουσι,
θεσπέσιον λιπόωντες, ἐειδομένας δʼ ὑακίνθῳ
πιοτάτας φορέουσιν ἐπὶ κράτεσφιν ἐθείρας.
Τῶν δʼ οἱ μὲν χρυσοῖο μεταλλεύουσι γενέθλην,
ψάμμον ἐϋγνάμπτῃσι λαχαίνοντες μακέλῃσιν·
1115
οἱ δʼ ἱστοὺς ὑφόωσι λινεργέας· οἱ δʼ ἐλεφάντων
ἀργυφέους πρισθέντας ἀποξύουσιν ὀδόντας·
ἄλλοι δʼ ἰχνεύουσιν ἐπὶ προβολῇσιν ἀναύρων
ἤ που βηρύλλου γλαυκὴν λίθον ἢ ἀδάμαντα
μαρμαίροντʼ ἢ χλωρὰ διαυγάζουσαν ἴασπιν
1120
ἢ καὶ γλαυκιόωντα λίθον καθαροῖο τοπάζου
καὶ γλυκερὴν ἀμέθυστον ὑπηρέμα πορφυρέουσαν·
παντοῖον γὰρ γαῖα μετʼ ἀνδράσιν ὄλβον ἀέξει,
ἀενάοις ποταμοῖσι κατάρρυτος ἔνθα καὶ ἔνθα.
Ναὶ μὴν καὶ λειμῶνες ἀεὶ κομόωσι πετήλοις·
1125
ἄλλοθι μὲν γὰρ κέγχρος ἀέξεται, ἄλλοθι δʼ αὖτε
ὗλαι τηλεθόωσιν Ἐρυθραίου καλάμοιο.
Φράζεο δ᾿ , ὥς τοι σχῆμα καὶ ὡς ποταμοὺς ἐνέποιμι