Dionysius Periegetes Orbis Descriptio 168

ed. Karl Müller

οἱ δʼ ἑκὰς ἐν λασίησι νενασμένοι εἰαμενῇσι,
πώεα καλὰ νέμοντες, ἄδην βεβριθότα μαλλοῖς,
τόσσον ἐπ’ ἀντολίην τετραμμένοι, ἄχρι πυλάων
Κασπιάδων, αἳτʼ εἰσὶ βαθυνομένας ὑπὸ πέτρας,
1035
κληῖδες γαίης Ἀσιήτιδος, ᾗχι κέλευθος
ἐκτέταται βορέηνδε καὶ ἐς νότον ἐρχομένοισιν,
ἡ μὲν ἐς Ὑρκανίους, ἡ δʼ οὔρεα Περσίδος αἴης.
Ἀλλʼ ἤτοι πυλέων μὲν ὑπαὶ πόδα Κασπιάων
Πάρθοι ναιετάουσιν ἀρήιοι, ἀγκυλότοξοι,
1040
παντοίου πολέμοιο δαήμονες· οὐ γὰρ ἀρότρῳ
αὔλακ᾿ ἐπιθύνουσι, διασχίζοντες ἀρούρας,
οὐδὲ μὲν ἐν νήεσσιν ἅλα τμήγουσιν ἐρετμοῖς,
οὐδὲ νομῷ φέρβουσι βοῶν γένος· ἐκ δὲ γενέθλης
νηπίαχοι τόξοισι καὶ ἱπποσύνησι μέλονται,
1045
αἰεὶ δʼ ἠχήεσσαν ἀνὰ χθόνα δοῦπος ἀκόντων
ἢ βελέων, πάντη δέ τʼ ἀελλοπόδων δρόμος ἵππων
θυνόντων· οὐ γάρ σφι θέμις δόρποιο πάσασθαι,
πρὶν πολέμου μόχθοισι κάρην ἱδρῶτι παλῦναι·
φέρβονται δʼ ἄγρῃσι δορικτήτου βιότοιο·
1050
ἀλλʼ ἔμπης κατὰ δῆριν ἀμαιμακέτους περ ἐόντας
Αὐσονίου βασιλῆος ἐπεπρήϋνεν ἀκωκή.
Εἰ δέ σε καὶ Πέρσας ἰδέειν γλυκὺς ἵμερος αἱρεῖ,
εὐφραδέως ἄν σοι καὶ τῶν γένος αὐδήσαιμι,
καὶ πόρον ἀενάων ποταμῶν, ὀρέων τε κελεύθους.
1055
Μοῦνοι γάρ τʼ Ἀσίης βασιλεύτατον ἔθνος ἔχουσι,
μοῦνοι δʼ ἄσπετον ὄλβον ἐνὶ μεγάροισιν ἔθεντο,
ὁππότε Μῃονίην καὶ Σάρδιας ἐξαλάπαξαν.
Χρύσεά τοι κείνων μὲν ἐπὶ χροῒ τεύχεα φωτῶν,
χρύσεα δʼαὖθʼ ἵπποισιν ἐπὶ στομάτεσσι χαλινά,
1060
χρυσῷ δʼ ἀμφὶ πόδεσσιν ἐκοσμήσαντο πέδιλα
τόσσος γάρ σφισιν ὄλβος ἀπείριτος· ἀλλά τοι εἴη
Περσὶς ὅλη μεγάλοισι περίδρομος οὔρεσι γαῖα,
Κασπιάδων πυλέων νοτιώτερον οἶμον ἔχουσα,
ἑλκομένη καὶ μέχρις ὁμωνύμου ἀμφιτρίτης.
1065
Τριχθὰ δέ μιν ναίουσι διασταδὸν, οἱ μὲν ὑπʼ ἄρκτους

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)