Dionysius Periegetes Orbis Descriptio 164

ed. Karl Müller

λυπρὸν ὀρεσκῴων παραφαίνεται οὖδας Ἐρεμβῶν,
οἳ βίον ἐν πέτρῃσι κατωρυχέεσσιν ἔθεντο,
γυμνοὶ καὶ κτεάνων ἐπιδευέες· ἀμφὶ δʼ ἄρα σφιν
965
ἴδεϊ θαλπομένοισι μελαίνεται αὐαλέος χρώς·
αὔτως δ᾿, οἱά τε θῆρες, ἀλώμενοι ἄλγεʼ ἔχουσιν,
οὐχ ὡς ἁβροβίων Ἀράβων γένος· οὐ γὰρ ἐν ὄλβῳ
ἴσην μοῖραν ἅπασιν ἐπ’ ἀνδράσι θήκατο δαίμων.
Αὐτὰρ ὑπὲρ Λιβάνοιο πρὸς αὐγὰς ἠελίοιο
970
ης Συρίης δολιχὴ μηκύνεται αἶα,
ἑλκομένη καὶ μέχρις ἁλικλύστοιο Σινώπης·
τῆς δʼ ἤτοι μέσσης μὲν ἐπʼ ἠπείροιο βαθείης
Καππαδόκαι ναίουσι, δαήμονες ἱπποσυνάων,
Ἀσσύριοι δʼ ἁλὸς ἄγχι παρὰ στόμα Θερμώδοντος.
975
Τῆς δὲ πρὸς ἀντολίην ὀρέων ἀπὸ παιπαλοέντων
φαίνετʼ ἀπειρεσίου ποταμοῦ ῥόος Εὐφρήταο,
ὃς δʼ ἤτοι πρῶτον μὲν ἀπʼ οὔρεος Ἀρμενίοιο
μακρὸς ἐπὶ νότον εἶσι, πάλιν δʼ, ἀγκῶνας ἑλίξας,
ἄντκν ἠελίοιο μέσην Βαβυλῶνα περήσας,
980
Περσίδος εἰς ἁλὸς οἶδμα θοὴν ἀπερεύγεται ἄχνην,
ὑστατίῃς προχοῇσι Τερηδόνος ἐγγὺς ὁδεύων.
Τὸν δὲ μέτʼ εἰς αὐγὰς ποταμῶν ὤκιστος ἁπάντων
Τίγρις ἐϋρρείτης φορέει ῥόον ἶσον ἐλαύνων,
τόσσον ἄνευθεν ἐὼν, ὅσον ἕβδομον ἦμαρ ὁδεύσας
985
ἴφθιος καὶ κραιπνὸς ἀνὴρ ἀνύσειεν ὁδίτης.

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)