Dionysius Periegetes Orbis Descriptio 162

ed. Karl Müller

Κεῖθεν δʼ ὀλβίστων Ἀράβων παρακέκλιται αἶα,
πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,
Περσίδι τʼ Ἀραβίῃτʼ ·ἄνεμον δέ τοι ἔλλαχ᾿ ἑκάστη,
Ἀραβίη ζέφυρον, Περσὶς δʼ εὔροιο κελεύθους.
930
Πίζα δέ τοι νοτίη, τετραμμένη ἀντολίηνδε,
κλύζετʼ Ἐρυθραίοις ὕπο κύμασιν Ὠκεανοῖο.
Καὶ τῆς τοι θέσιας μυθήσομαι· ἔξοχα γάρ μιν
πασάων πολύολβα καὶ ἀγλαὰ φῦλα νέμονται.
Ἄλλο δέ τοι καὶ θαῦμα μέγ ἔξοχον ἔλλαχ ἐκείνη·
935
αἰεὶ κηώεσσα θύοις ὕπο λαρὸν ὄδωδεν
ἢ θύου ἢ σμύρνης εὐώδεος ἢ καλάμοιο
ἢ καὶ θεσπεσίοιο πεπαινομένου λιβάνοιο
ἢ κασίης· ἐτεὸν γὰρ ἀνὰ χθόνα λύσατο κείνην
Ζεὺς αὐτὸς Διόνυσον ἐϋρραφέος παρὰ μηροῦ·
940
τῷ καὶ γεινομένῳ κηώδεα φύετο πάντα.
Μῆλα δὲ καὶ τῆμος λασίοις ἐβαρύνετο μαλλοῖς
ἐν νομῷ, αὐτόματοι δέ κατέρρεον ὕδασι λίμναι
ὄρνιθες δʼ ἑτέρωθεν ἀοικήτων ἀπὸ νήσων
ἦλθον φύλλα φέροντες ἀκηρασίων κιναμώμων.
945
Αὐτὰρ ὁ νεβρίδας μὲν ἐπωμαδίας ἐτάνυσσε,
κισσῷ δʼ ἱμερόεντι καλὰς ἔστεψεν ἐθείρας,
ἀκροχάλιξ δʼ οἴνῳ πλεκτοὺς ἀνεσείσατο θύρσους,
μειδιόων, καὶ πολλὸν ἐπ’ ἀνδράσιν ὄλβον ἔχευεν.

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)