Ῥηιδίως δʼ ἄν τοι λοιπὸν πόρον αὐδήσαιμι
γαιάων Ἀσίης· ὁ δέ τοι λόγος ἐν φρεσὶν ἔστω,
μηδʼ ἀνέμοις φορέοιτο πονηθέντων χάρις ἔργων.
Εἰ γάρ μοι σάφα τήνδε καταφράσσαιο κέλευθον,
ἦ τάχα κἂν ἄλλοισιν ἐπισταμένως ἀγορεύοις
885
καὶ ποταμοὺς,πολίων τε θέσιν καὶ γαῖαν ἑκάστην.
Σχῆμα μὲν οὖν πισύρεσσιν ἐπὶ πλευρῇσι τετύχθω,
πεπταμένον δολιχοῖσιν ἐπʼ ἀντολίην πεδίοισιν.
Οἶσθα μὲν, ἐν πρώτοισιν ἐμεῦ εἰπόντος ἀκούσας,
πᾶσαν ἕως Ἰνδῶν Ἀσίην ὄρος ἄνδυχα τέμνειν.
890
Κεῖνό τοι ἐν πλευρῇσι βορειότερον τελέοιτο·
Νεῖλος δʼ ἑσπέριον πλευρὸν πέλοι· αὐτὰρ ἑῷον
Ἰνδικὸς Ὠκεανός·νότιον δ᾿ ἁλὸς οἴδματ’ Ἐρυθρῆς.
Φράζεο δʼ ὡς ὑπὸ πέζαν ἐπʼ αὐγὰς ἵξομαι ἤδη,
ἀρξάμενος Συρίηθεν, ὅθεν λίπον· οὐδʼ ἂν ἔμοιγε
895
μύθου ἄτε ψευσθέντος ἀνὴρ ἐπιμωμήσαιτο.
Ἀλλʼ ἤτοι Συρίη μὲν ὑπεὶρ ἁλὸς ἐγγύθεν ἕρπει
ἐς νότον ἀντολίην τε, πολύπτολιν αἶαν ἔχουσα,
ἣν Κοίλην καλέουσιν ἐπώνυμον, οὕνεκ’ ἄρʼ αὐτὴν
μέσσην καὶ χθαμαλὴν ὀρέων ὑπὸ πρῶνες ἔχουσιν,
900
ἑσπερίου Κασίοιο καὶ ἠῴου Λιβάνοιο.
Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφίς,
οἱ μὲν ἐπʼ ἠπείρῳ, τοίπερ Σύριοι καλέονται,
οἱ δʼ ἁλὸς ἐγγὺς ἐόντες, ἐπωγυμίην Φοίνικες,
905