οἵ ῤα, βαρυγδούποισιν ἐπʼ ἄκμοσιν ἑστηῶτες,
770
οὔποτε παύονται καμάτου καὶ ὀϊζύος αἰνῆς.
Τοὺς δὲ μέτʼ Ἀσσυρίης πρόχυσις χθονὸς ἐκτετάνυσται
ἔνθα δʼ Ἀμαζονίδεσσιν ἀπʼ οὔρεος Ἀρμενίοιο
λευκὸν ὕδωρ προΐησιν ἐνυάλιος Θερμώδων,
ὅς ποτʼ ἀλωομένην Ἀσωπίδα δέκτο Σινώπην,
775
καί μιν ἀκηχεμένην σφετέρῃ παρενάσσατο χώρῃ
Ζηνὸς ἐφημοσύνῃσιν· ὁ γὰρ φιλότητος ἐρκννῆς
ἰσχανόων, πάτρης ἀπενόσφισεν οὐκ ἐθέλουσαν·
ἐκ τῆς καὶ πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν.
Κείνου δʼ ἂν ποταμοῖο περὶ κρυμώδεας ὄχθας
780
τέμνοις κρυστάλλου καθαρὸν λίθον, οἷά τε πάχνην
χειμερίην· δήεις δὲ καὶ ὑδατόεσσκν ἴασπιν.
Ἶρις δʼ ἑξείης καθαρὸν ῥόον εἰς ἅλα βάλλει.
Τῷ δʼ ἔπι μορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῖο,
ἑλκόμεναι βορέηνδε Καραμβίδος ἐγγύθεν ἄκρης,
785
ἀρξάμεναι τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.
Παφλαγόνες δʼ ἐπὶ τοῖσιν ἐπ’ ἠιόνεσσι νέμονται,
καὶ Μαριανδυνῶν ἱερὸν πέδον· ἔνθʼ ἐνέπουσιν
οὐδαίου Κρονίδαο μέγαν κύνα χαλκεόφωνον,
χερσὶν ἀνελκόμενον μεγαλόφρονος Ἡρακλῆος,
790
δεινὸν ἀπὸ στομάτων βαλέειν σιαλώδεα χυλόν,
τὸν μέν ἐδέξατο γαῖα καὶ ἀνδράσι πῆμʼ ἐφύτευσεν.
Ἄγχι δὲ Βιθυνοὶ λιπαρήν χθόνα ναιετάουσι,