Dionysius Periegetes Orbis Descriptio 151

ed. Karl Müller

Μασσαγέται ναίουσι, θοῶν ῥυτῆρες ὀῖστῶν,
740
ἀνέρες, οἷς μήτʼ αὐτὸς ἐγὼ, μήθʼ ὅστις ἑταῖρος
ἐμπελάσαι· μάλα γάρ τε κακοξεινώτεροι ἄλλων·
οὐ γάρ σφιν σίτοιο μελίφρονός ἐστιν ἐδωδή,
οὐδὲ μὲν οὐδʼ οἶνος μεταδήμιος· ἀλλὰ γὰρ ἵππων
αἵματι μίσγοντες λευκὸν γάλα, δαῖτα τίθενται.
745
Τοῖς δʼ ἔπι πρὸς βορέην Χωράσμιοι, οἶς ἔπι γαῖα
Σουγδιάς, ἧς ἀνὰ μέσσον ἑλίσσεται ἱερὸς Ὦξος,
ὅστε λιπὼν Ἠμωδὸν ὄρας μετὰ Κασπίδα βάλλει.
Τὸν μέτʼ ἐπὶ προχοῇσιν Ἰαξάρταο νέμονται
τόξα Σάκαι φορέοντες, ἃ μή κέ τις ἄλλος ἐλέγχοι
750
τοξευτής οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν·
καὶ Τόχαροι Φροῦνοί τε καὶ ἔθνεα βάρβαρα Σηρῶν,
οἵτε βόας μὲν ἀναίνονται καὶ ἴφια μῆλα,
αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γαίης,

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)