Πρόσθε δὲ Σουνιάδος κορυφῆς, ἐφύπερθεν Ἀβάντων,
φαίνονται Σαλαμίς τε καὶ Αἰγίνης πτολίεθρον.
Κύπρος δʼ εἰς αὐγὰς Παμφυλίου ἔνδοθι κόλπου
κλύζετʼ, ἐπήρατον ἄστυ Διωναίης Ἀφροδίτης·
Τὴν δὲ μέτʼ ἀντολίηνδε Χελιδόνιαι γεγάασι.
510
τρεῖς νῆσοι μεγάλης Παταρηΐδος ἔνδοθεν ἄκρης.
ἄγχι δὲ Φοινίκης Ἄροδος μεγάλῳ ἐνὶ πόντῳ.
Θηητὸς δέ τίς ἐστι βαθὺς πόρος Αἰγαίοιο,
ἐντὸς ἔχων ἑκάτερθεν ἀπειρεσίων στίχα νήσων,
ὅσσον ἐπὶ στεινωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης,
515
Σηστὸς ὅπη καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο.
Εὐρώπης δʼ αἱ μὲν λαιῆς ὑπὸ νεύματι χειρὸς
ῥώονθʼ ἑξείης, Ἀσίης δʼ ἐπὶ δεξιὰ κεῖνται,
μῆκος ἐπ’ ἀρκτῴοιο τιταινόμεναι βορέαο.
Εὐρώπης δ᾿ ἤτοι μὲν Ἀβαντιὰς ἔπλετο Μάκπις,
520
Σκῦρός τ᾿ ἠνεμόεσσα καὶ αἰπεινὴ Πεπάπηθος·
ἔνθεν καὶ Λῆμνος, κρχναὸν πέδον Ἠραίστοιο,
πέπταται, ὠγυγίη τε Θάσος, Δημήτερος ἀκτή,
Ἴμβροζ, Θρηικίη τε Σάμος, Κορυβάντιον ἄστυ.
Αἳ δ᾿ Ἀσίης πρώτην αἶσαν λάχον, ἀμφίς ἐοῦσαι
525