Dionysius Periegetes Orbis Descriptio 125

ed. Karl Müller

φαίνονται προχοαὶ Πευκεντίνου Σιλάροιο·
ἄγχι δὲ Λευκανοὶ καὶ Βρέντιοι ἄνδρες ἔασι,
τοσσάτιον ναίοντες, ὅσον Λευκὴν ἐπὶ πέτρην.
Κεῖθεν δʼ ἐς βορέην Ζεφύρου παραφαίνεται ἄκρη·
τῇ δʼ ὕπο Λοκροὶ ἔασιν, ὅσοι προτέροις ἐτέεσσιν
365
ἦλθον ἐπʼ Αὐσονίην, σφετέρης μιχθέντες ἀνάσσῃς,
τῶν καὶ νῦν γένος ἐστὶν ἐπὶ προχοῇσιν Ἄληκος.
Τοὺς δὲ μέθʼ ἑξείης Μεταπόντιοι· ἐγγύθι δέ σφεων
ἱμερτὸν πτολίεθρον ἐϋστεφάνοιο Κρότωνος,
ναιόμενον χαρίεντος ἐπ’ Αἰσάρου προχοῇσιν,
370
ἔνθα κεν αἰπὺν ἴδοιο Λακινιάδος δόμον ἽΙρης.
Ἔστι δέ τοι κἀκεῖθι, Διὸς μέγα χωσαμένοιο,
δειλαίη Σύβαρις, ναέτας στενάχουσα πεσόντας,
μηναμένους ὑπὲρ αἶσαν ἐπʼ Ἀλφειοῦ γεράεσσιν.
Σαυνῖται δʼ ἐπὶ τοῖσι μέσην χθόνα ναιετάουσι
375
καὶ Μαρσῶν θοὰ φῦλα· Τάρας δʼἁλὸς ἐγγύθιναίει,
ἥν ποτʼ Ἀμυκλαίων ἐπολίσσατο καρτερὸς Ἄρης.
Ἑξείης δʼ ἐπὶ τοῖσι Καλαβρίδος ἤθεα γαίης,
φῦλά τ᾿ Ἰηπύγων τετανυσμένα μέσφ᾿ Ὑριοιο
παραλίης Ὑρίου, τόθι σύρεται Ἀδριὰς ἃλμη
380

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)