Dionysius Periegetes Orbis Descriptio 105

ed. Karl Müller

σφενδόνῃ εἰοικυῖα· μίαν δέ ἑ καίπερ ἐοῦσαν
ἄνθρωποι τρισσῇσιν ἐπ’ ἠπείροισι δάσαντο·
πρώτην μέν Λιβύην, μετὰ δʼ Εὐρώπην Ἀσίην τε.
Ἀλλʼ ἤτοι Λιβύη μὲν ἀπʼ Εὐρώπης ἔχει οὖρον
10
λοξὸν ἐπὶ γραμμῆσι, Γάδειρά τε καὶ στόμα Νείλου,
ἔνθα βορειότατος πέλεται μυχὸς Λλγύλπτοιο
καὶ τέμενος περίπυστον Ἀμυκλαίοιο Κανώβου
Εὐρώπην δʼ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει,
ὅς ῥά θʼ ἑλισσόμενος γαίης διὰ Σαυροματάων
15
σύρεται ἐς Σκυθίην τε καὶ ἐς Μαιώτιδα λίμνην,
πρὸς βορέην· νότιον δὲ μεσούριον Ἑλλήσποντος·
σῆμα δ ὑπερτέταται νοτιώτερον ἐς στόμα Νείλου·
Ἄλλοι δʼ ἠπείροισι διὰ χθόνα νοσφίζουσιν.
Ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴης,
20
Κασπίης τε μεσηγὺ καὶ Εὐξείνοιο Οκλάσσης·
κεῖνον δ᾿ Εὐρώπης Ἀσίης θ΄ ὅρον ηὐδάξαντο·
ἄλλος δʼ αὖ μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει,
Ἀραβίου κόλποιο καὶ Αἰγύπτοιο μεσηγὺ,
ὅς ῥά τε νοσφίζει Λιβύην Ἀσιήτιδος αἴης.
25
Τοῖα μὲν ἀμφʼ οὔροισι βροτοὶ διεφημίξαντο·
πάντη δʼ ἀκαμάτου φέρεται ῥόος Ὠκεανοῖο,

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)