αὐτὰρ ἐπεὶ κόϲμηθεν (Γ 1)
βαρύνοντοϲ τὸ τέλοϲ. καθὸ γὰρ πρόθεϲιϲ ἡ ὑπέρ, οὐκέτι δύναται ἀντικεῖϲθαι, ὧ νπέρ ἐϲτι τὸ τέλοϲ ὀξὺ πάντοτε. — δεύτερον καὶ οὐ παρά τινι παρειλημμένοϲ ἦ ν εἰϲ ἓν μέροϲ λόγου. — τρίτον ὡϲ καὶ ἐκ παραθέϲεών τινων ϲυνδέϲμων ἄλλαι δυνάμειϲ ϲυνδεϲμικαὶ ἀποτελοῦνται. ὁ γοῦν μέν , προϲλαβὼν τὸν τοί, ἴϲην δύναμιν ἀποτελεῖ πάλιν τῷ δέ. ἀλλὰ καὶ ὁ καί, ἔτι προϲλαβὼν τὸν τοί καὶ ἔτι τὸν μήν, ἄλλην δύναμιν ἐπαγγέλλεται. πολλάκιϲ τε δύο ἢ καὶ πλείονα μέρη λόγου ἑνὸϲ ἐπαγγέλλεται ϲημαϲίαν. τὸ γοῦν εἰϲ οἶκον τὸ αὐτὸ τῷ οἴκαδε, καὶ ἄλλα ἄπειρα. οὐδὲν οὖν κωλύοι καὶ τὸν μὲν γάρ δύναμιν ἑνὸϲ ϲυνδέϲμου ἐπαγγέλλεϲθαι. τί γάρ, εἰ καὶ οὕτω τιϲ ἐκδέξαιτο, τὸν γάρ πλεονάζοντα, τόν τε μέν οὐκ ἀϲυνήθωϲ ἀντὶ τοῦ μήν παρειλῆφθαι; . . . . . .
οὐ μὲν γάρ τί ϲὲ πεζὸν ὀίομαι (α 173)·
οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον (Γ 453).
τοϲαῦτα περὶ τοῦ γάρ.
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.