ἀλλ’ ἄνα, μηκέτι κεῖϲο (Ϲ 178),
καὶ τὸ
πάρα δ’ ἀνήρ (π 45)
εἰϲ τὸ αὐτὸ ϲυναχθήϲεται.
γείτονεϲ ἠδὲ ἔται (δ 16),
ἀϲτυγείτονεϲ. ἔτι δὲ καὶ τὸ
ἐν πύλῳ ἐν νεκύεϲϲι (Ε 397 ),
προπύλῳ. ἦν οὖν τι ῥῆμα τὸ ἀεκάζω, ἔνθεν τὸ
πόλλ’ ἀεκαζομένη (Ζ 458),
ᾡ παρέκειτο ἐπίρρημα τὸ ἀεκαϲτί, ὡϲ ἰάζω ἰαϲτί, αἰολίζω αἰολιϲτί, δωρίζω δωριϲτί. τοῦτο ἐν ἐνδείᾳ τοῦ ϲ καὶ Ἰωνικῇ μεταθέϲει τοῦ α εἰϲ η, καθότι καὶ τὸ διπλάϲιον διπλήϲιον, ἀποτελεῖ τὸ ἀέκητι, πάνυ εὐλόγωϲ τοῦ τόνου ἀναβιβαϲθέντοϲ, καὶ καθότι ἔνδεια πολλάκιϲ τοῦ ϲ ἀναβιβαϲμὸν τοῦ τόνου ἀποτελεῖ, οὐταϲμένοι οὐτάμενοι, ϲυνεληλαϲμένοι ϲυνεληλάμενοι, δεϲποϲτήϲ δεϲπότηϲ, ἐργαϲτήϲ ἐργάτηϲ, καὶ καθότι τὰ πάθη τοῖϲ τύποιϲ ϲυνεκτρέχει. ἴϲωϲ γὰρ καὶ τὰ προκείμενα τῶν λέξεων ἕνεκα τῶν τύπων μετετίθει τοὺϲ τόνουϲ. — ἔϲτι πάμπολλα εἰϲ τὸ τοιοῦτο παρατίθεϲθαι. — καὶ ἐπὶ τοῦ οὖν προ κειμένου ῥητέον ὅτι κατὰ ἀμφότερα τὴν βαρύτητα παρα ιτεῖται , εἴγε τὰ εἰϲ ι λήγοντα ἐπιρρήματα ὀξύνεται τότε ὅτε παραγώγων χαρακτῆρα ἀναδέδεκται, ῥηματικὰ μὲν ὄντα διὰ ϲυϲτελλομένου τοῦ ι, ὀνοματικὰ δὲ διὰ μακροῦ τοῦ ι . φωνου . τοῦ ἐν τῷ ὀνόματι. τοῦ μὲν προτέρου αἰολιϲτί, ἰαϲτί· τοῦ δὲ δευτέρου ἀκόνητοϲ ἀκονητί, παμμαχί, πανθοινί. Οὐκέτι οὕτωϲ οὖν ἔχον καὶ τὸ ἀέκητι διὰ τὰ προειρημένα πάθη μετῄει εἰϲ βαρύτητα ὁμοίωϲ τῷ ἶφι καὶ αὖθι. — ὡϲ οὖν ἔφαμεν, τῇ ἀφαιρέϲει τῆϲ α ϲτερήϲεωϲ καὶ τὸ ἕκητι ἐγεγόνει.
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.