κᾶτα πῶϲ δυνήϲομαι
ἀντὶ τοῦ καί παραλαμβάνεϲθαι. ἴϲωϲ μέν τοι ἐκεῖνο διαπορητικόν ἐϲτιν ἐν Φοινίϲϲαιϲ Εὐριπίδου (v. 598 Kirchhoff)
κᾶτα ϲὺν πολλοῖϲιν ἦλθεϲ.
Τρύφων (p. 37 Velsen) μέντοι ἐν τῷ περὶ ἐπιρρημάτων ὡϲ περὶ ἐπιρρήματοϲ χρονικοῦ τὸν λόγον ποιεῖται, ἐν ῷ καὶ ἐζήτηϲεν, εἰ ἐγκειται τὸ εἶτα. ἐν δὲ τῷ περὶ ϲυνδέϲμων, ὁμοίωϲ τοῖϲ περὶ Ἀπολλώνιον καὶ Κόμανον καὶ ϲχεδὸν ἅπαϲι ϲύνδεϲμον ἐκδεχόμενοϲ, πάλιν λόγουϲ τινὰϲ προὐφέρετο ἐξεταϲτικοὺϲ τοῦ ἐγκεῖϲθαι τὸν καί καὶ τὸ εἶτα, καθό τινεϲ ᾠήθηϲαν, καὶ ἦϲαν τοιοῦτοι οἱ κανόνεϲ· ὁ καί ϲύνδεϲμοϲ ἔκθλιψιν τοῦ ι καὶ κρᾶϲιν τοῦ α ποιεῖται εἰϲ μακρὸν α, τοῦ ε μόνου ἐπιφερομένου (φαίνεται ὅτι καὶ τοῦ η)· καὶ ἐμέ κἀμέ, καὶ ἐκεῖνοϲ κἀκεῖνοϲ. ὅτε μέντοι δίφθογγοϲ ἐπιφέρεται, ἐκθλίβεται τὸ α καὶ τὸ ι, καὶ εἶχον κεἶχον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ο. ἐπιφερόμενον γὰρ μόνον τὸ ο κρᾶϲιν ποιεῖται, καὶ ὁ ϲόϲ χὡ ϲόϲ, καὶ ὁ οἶνοϲ χοἷνοϲ, καὶ ὁ φίλοϲ χὡ φίλοϲ. εἴπερ οὖν ἔγκειται τὸ εἶτα, ἦν ἂν κεῖτα. καὶ ἔτι ἐν τῷ περὶ ἐπιρρημάτων καὶ τὸ δηλούμενόν φηϲι μάχεϲθαι.
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.