ἀναιδείην ἐπιειμένε (Α 149),
διπλάϲιον διπλήϲιον, τὴν ἀμαιμάκετον Ϲκύλλην,
πείνη δ’ οὔ ποτε δῆμον ἐπέρχεται (ο 407 ),
ὕψι δ’ ἀέλλη (Π 374).
ἐρχῆν δὲ κἀκεῖνο παραθέϲθαι, ὡϲ καὶ ἐπ’ αὐτοῦ τοῦ ϲυνδέϲμου ἡ μετάθεϲιϲ γεγόνοι. τὸ γὰρ
ἦρά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμόϲ (Κ 401 )
οὐκ ἀ πὸ τοῦ διαπορητικοῦ· οὐδὲ τὸ.
ἧρά νύ μοι ξεῖνοϲ πατρώιόϲ ἐϲϲι παλαιόϲ (Ζ 215),
ἦρά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν (Γ 183)·
τοιοῦτον γάρ τί φηϲι· ξένοϲ ἄρα πατρ ώιοϲ εἶ, μεγάλων ἄρα δώρ ων ἐπιθυμεῖϲ. καὶ ἐπ’ ἄλλων πολλῶν.
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.