ἵνα εἴδομεν ἄμφω (Α 363).
ὄφρα μὲν ἠὼς ἦν (Θ 66),
χρονικὸν ἐπίρρημα ·
ὄφρα πεποίθῃς (Α 524),
σύνδεσμος ἀποτελεστικός. — τί οὖν κωλύει καὶ κατὰ τοῦτον τὸν λόγον καὶ τὰ ἴσην δύναμιν ἀναδεδεγμένα συνδέσμοις μόρια καλεῖν συνδέσμους ὁμοφωνοῦνταϲ προθέσεσιν, οὐ μήν , ὡς ἐδόκει τῷ Ποσειδωνίῳ, καὶ τὰς ἐν τῷ τοιούτῳ δηλουμένῳ συνδέσμους καλεῖν, ἐπιδοῦναι, ἀποδοῦναι; λέληθε Οὐ δ’ ἡμᾶς κἀκεῖνος ὁ λόγος, ὡς οὐδὲ κατὰ τὸ παντελὲς τοῖς συνδέσμοις ἀνθυπάγονται. εἰ δεινὰ δέδρακας· ἀνθ’ ὧν δεινὰ δέδρακας· ἰδοὺ γὰρ καὶ ἄρθρου παρέμπτωσις. καὶ ἔτι εἰ ἡμέρα ἐστί, φῶς ἐστί·
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.