τοιόϲδε, τηλίκοϲ τηλικόϲδε, τῆμοϲ τημόϲδε· χρῆν οὖν καὶ παρὰ
τὸ ὥϲ ὧϲδε.» —Ἀλλὰ τοῦτο μὲν δύναται ἀπολογίαϲ ἔχεϲθαι, τῇ μὲν ἀπὸ Δωρικοῦ δυνάμενον ἐϲχηματίϲθαι τοῦ ὥ, ὅπερ ἀντὶ τοῦ ὥϲ παραλαμβάνουϲι, τῇ δὲ ἀπὸ τοῦ πτωτικοῦ τοῦ προυφεϲτῶτοϲ κατ’ ἔλλειψιν
τοῦ ϲ· καὶ γὰρ παρὰ τὸ ὅϲ ὤφειλεν ὅϲδε εἶναι, ὅπερ ἐγένετο ὅδε. ἀλλὰ καὶ τοῦτο ϲυνήθωϲ ἀποβάλλει τὸ ϲ· τὸ γὰρ αὐτὸ ϲημαίνει ἐϲθ’
ὅτε τὸ ὁ καὶ τὸ ὅϲ,
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.