ἐνθένδε· οὐδὲν γὰρ τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων ἔξωθεν παραγωγὴν ἴϲχει τὴν διὰ τοῦ δὲ. φαίνεται δὲ ὅτι οὐδὲ δύο λέξειϲ
εἰϲὶν ἡμαρτημέναι, ἀλλὰ μία, εἴγε καὶ τὸ ἐνθὲν Δωρικώτερον ἀπεδείχθη γενόμενον ἔνθα, καθὼϲ ἐπεδείξαμεν καὶ περὶ τοῦ πρόϲθεν πρόϲθα , ὕπερθεν ὕπερθα.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.