τῆϲ αὐτόϲ ἀντωνυμίαϲ, καθότι τὸ ἐκεῖνοϲ ὡϲ πρὸϲ τὸ ἐκείνωϲ καὶ τὸ οὺτοϲ ὡϲ πρὸϲ τὸ οὕτωϲ. πρὸϲ οὶϲ καὶ τὰ τοῦ τόνου διελέγχει. Πρύφων (p. 52 Velsen) περὶ τοῦ ϲημαίνοντοϲ τὸ οὕτωϲ ἐκδέχεται μετάπτωϲιν τοῦ ο
είϲ τὸ α γεγενῆϲθαι. ἀλλὰ ἐλείπετο καὶ περὶ τοῦ ϲημαίνοντοϲ τὸ μάτην
διαλαβεῖν. ὅθεν ἢ καὶ αὐτὸ δεκτέον θεματικόν, ἢ ϲυγκαταθετέον Ἡρακλείδῃ, φαμένῳ ὡϲ κατὰ ϲτέρηϲίν ἐϲτι τὴν διὰ τοῦ α αὔτωϲ, ϲυναλοιφῆϲ γενομένηϲ τοῦ α καὶ ο εἰϲ α μακρόν, ὡϲ τὸ Μενέλαοϲ — Μενέλαϲ, Δορύλαοϲ Δορύλαϲ, Πτερέλαοϲ Πτερέλαϲ. τὰ γὰρ ἐν τῷ
δέοντι μὴ γενόμενα ματαίωϲ γίνεται· φαμὲν γὰρ τὰ ἐν τῇ δεούϲῃ
ποιότητι ποίηϲον ο ὕτωϲ.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.