μετὰ τοῦ τ λεγόμενα, ϲαφὲϲ ἐντεῦθεν. ὃν τρόπον ϲυνυπάρχουϲιν οἱ ἐνεϲτῶτεϲ τοῖϲ παρατατικοὶϲ, καὶ οἱ παρακείμενοι τοῖϲ ὑπερϲυντελικοῖϲ,
καὶ αἱ γενικαὶ ταῖϲ δοτικαῖϲ, καὶ ἄλλα πλείονα, τὸν αὐτὸν τρόπον καὶ τὰ πύϲματα ὡϲ πρὸϲ τὰϲ ἀναφορικὰϲ προφοράϲ, καὶ τὰ δίχα τοῦ τ ὡϲ
πρὸϲ τὰ ἀνταποδοτικά, λέγω ⟨τὰ⟩ μετὰ τοῦ τ. ϲυνυπάρχει γοῦν ἑαυτοῖϲ καὶ ϲυνεξέρχεται. καὶ ἐπεὶ ἅπαξ τὸ πότεροϲ διὰ τοῦ π, καὶ τὸ ὁπότεροϲ. ἀλλ’ οὐ πάντωϲ κατηνάγκαϲται τὸ ὅτεροϲ καὶ τότεροϲ. καὶ ἐπεὶ
πάλιν τὸ ἕωϲ, εὐθέωϲ καὶ τὸ τέωϲ, καὶ ὄφρα καὶ τόφρα, οὐ πάντωϲ ἐξηναγκαϲμένου τοῦ φάναι καὶ πέωϲ καὶ ὁπέωϲ, καὶ πόφρα καὶ ὁπόφρα. οὕτωϲ καὶ ἐπὶ τῶν προκειμένων μορίων οὐ πάντωϲ καιταναγκάζεται τὰ
ἑξῆϲ. οὐ γὰρ ἐπεὶ τὸ ἀναγινώϲκιυ καὶ ἀνεγίνωϲκον, εὐθέωϲ καὶ τὰ ἑξῆϲ κλίματα· οὐδὲ ἐπεὶ τὸ ὕδωρ ὀρθῆϲ καὶ αίτιατικῆϲ, εὐθέωϲ καὶ γενικῆϲ
καὶ δοτικῆϲ. ένθεν οὖν καὶ κατὰ ϲυμπάθειαν καὶ τὸ τώϲ τῷ ὥϲ ϲυνετονώθη, οὐ μὴν τὸ πῶϲ, καθὸ οὔτε πάντωϲ ϲυνυπάρχον ὀφείλει
εῖναι, καὶ καθὸ ἐδείξαμεν, ὅτι αἱ πεύϲειϲ κατὰ φύϲιν ἐβαρύνοντο.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.