προϲθέϲει ἐϲτὶ τοῦ ϲ τὸ οὕτωϲ ἢ ἐν ὑφαιρέϲει τοῦ ϲ τὸ οὕτω. —
Οὐδὲν τῶν εἰϲ ω ληγόντων ἐπιρρημάτων τὸ ϲ ποτὲ προϲλαμβάνει, ἀπειράκιϲ μέντοι τὰ εἰϲ ϲ λήγοντα βαρύτονα ἐπιρρήματα τὸ ϲ ἀποβάλλει· δεύτερον ἄρα ἐϲτὶ τὸ οὕτω τοῦ οὔτωϲ. –Τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα δείκνυται ἢ ἀπὸ ὀνομάτων τῶν οὐ τριγενῶν ἐϲχηματιϲμένα
ἢ ἀπὸ προθέϲεων , ὡϲ ἔχει τὸ τόνῳ, κύκλῳ, κάτω καὶ τὰ ὅμοια· τὰ δὲ εἰϲ ωϲ περατούμενα πάντωϲ ἀπὸ τριγενῶν πτωτικῶν, κούφωϲ, φίλωϲ, μέϲωϲ, ταχέωϲ, εὐϲεβῶϲ, καλῶϲ ἔϲτι δέ γε τὸ οὐτοϲ οὐ μοναδικόν, τριγενὲϲ δέ. ϲαφὲϲ οὖν ὅτι καὶ κατὰ τοῦτο τὸ οὕτωϲ ἐντελέϲτερον.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.