ἔϲτιν ἐν ἐκτάϲει τοῦ ῑ. παρὰ τὴν ἀθεώρητοϲ καὶ τὴν ἀθεωρήτου τὸ ἀθεωρητί , ἀκονιτί , ἀμογητί, ἀκλαυτί, πανθοινί. καὶ ϲαφὲϲ ὅτι τὸ ἐν
ἐκτάϲει τοῦ ῑ ἀμηνυτί ἀναλογώτερον. ὅτι γὰρ τὰ τοιαῦτα διὰ τοῦ ῑ, ϲαφὲϲ μὲν καὶ ἐκ τῶν διαλέκτων, ϲαφὲϲ δὲ καὶ ἐκ τῆϲ παραδόϲεωϲ καὶ ἔτι τῆϲ παρεπομένηϲ ἔϲθ’ ὅτε ϲυϲτολῆϲ, ὅπερ ἴδιον τῶν διχρόνων· τὸ
γοῦν Ἀρχιλόχειον ϲυνεϲτάλη,
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.