Schneider) οὐκ ἔϲτιν ὁλόκληρον. ὡϲ γὰρ ἔφαμεν, οὐκ ἔϲτιν ἐν
μα⟨κρῷ τῷ ᾱ⟩ τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα. ἰδοὺ γὰρ καὶ τὸ ἅ 1 2 παρὰ τὸ ὅϲ ἐν μονοϲυλλαβίᾳ ἐφύλαξε τὴν βραχύτητα, λεγόμε νον ὁτὲ μὲν μετὰ ϲυνδέϲμου,
καθώϲ τινεϲ ψήθηϲαν ὅπερ οὐκ ἐπλεόναϲεν ἐν τῷ ἄβαλε, καθώϲ τινεϲ ψήθηϲαν, καθὸ οὐδέποτε πλεοναϲμὸϲ λέξεωϲ λείπεται εἰϲ τὸ δηλούμενον τῆϲ λέξεωϲ. οὐδὲ γὰρ τὸ ἀϲταφίϲ εἰϲ τὸ ᾱ ποτὲ μεταληφθὲν
ϲημαίνει τὸ αὐτό, οὐδὲ τὸ ἔειπε τῷ ε. τὰ μέντοι ἐντελῆ ὄντα, καὶ ἀποκοπτόμενα καὶ ἀφαιρούμενα, φυλάϲϲει τὸ δηλούμενον· τῶν γὰρ
φωνῶν τὰ πάθη, καὶ οὐ τῶν ϲημαινομένων. ἀποκοπὲν τὸ δῶ ϲημαίνει τὸ δῶμα· ἀφαιρεθὲν τὸ ἐθέλω τοῦ ε τὸ αὐτὸ ϲημαίνει, τὸ θέλω, καὶ
ἔτι προϲαφαιρεθὲν ἐν τῷ λῶ. — ὁ λόγοϲ καθολικόϲ, χωρὶϲ εἰ μὴ ὑπ᾿ ἀμφιβολίαν πέϲοι τι, ἧϲ καὶ τὰ λοιπὰ τῶν λέξεων ἀπολύεται διὰ τῶν ϲυμφερομένων. τὸ ἄρα ἆ ἀπεκόπη διὰ τὸ ἐν αὐτῷ δηλούμενον, καὶ
τὸ βάλε ἀφαίρεϲιϲ διὰ τὸ ἐν λεκτῷ καταλιμπάνεϲθαι τὸ ᾱ.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.