ϲημαϲίᾳ κατὰ τὴν τοπικὴν ἐκφοράν, εἴγε τὰ μὲν ἄλλα τὴν ἐκ τόπου
ϲχέϲιν ϲημαίνει, λέγω τὸ οἴκοθεν, οὐρανόθεν, ἃ δὲ ἔχει τὰϲ τρεῖϲ διαϲτάϲειϲ. ὡϲ γὰρ καὶ ἐπ᾿ ὀνομάτων ἔϲτι κοινότητα γένουϲ παραδέξαϲθαι,
οὕτω καὶ ἐπὶ τῶν προκειμένων ἐπιρρημάτων κοινότητα τὴν τόπων ἔϲτιν ἐπιδέξαϲθαι· καὶ καθάπερ ἔϲτιν ἐπινοῆϲαι τῇ παραθέϲει τῶν ἄρθρων διαϲτελλόμενα τὰ κοινά, οὕτω καὶ τῇ παραθέϲει τῶν προ
θέϲεων τὰ προκείμενα διαϲτέλλεται. φαμὲν γὰρ ἐκ τοῦ ἔμπροϲθεν
εἰϲ τὸ ἔμπροϲθεν, ἐκ τοῦ ὕπερθεν εἰϲ τὸ ὕπερθεν, τῶν ἄλλων ἐπιρρημάτων τὸ τοιοῦτον οὐκ ἀναδεχομένων. καὶ δὴ παρὰ τὴν ἔν πρόθεϲιν ἦν τι ἐπίρρημα ἔνθεν, ὃ δὴ ὤφειλε τρεῖϲ ἔχειν διαϲτάϲειϲ τοπικάϲ. καὶ ἐπειδὴ ἅπαξ Δωρικώτερον τὸ ἔνθεν εἰϲ τὸ ᾱ μετετίθετο,
καὶ ἦν κοινότερον μεταλαμβανόμενον τὸ ἔνθα, ἐμερίζετο μὲν τῇ ϲυνεκδρομῇ τῶν εἰϲ θεν ληγόντων τὸ ἔνθεν εἰϲ τὴν ἐκ τοῦ τόπου ϲχέϲιν, εἶχε δὲ τὰϲ ὑπολοίπουϲ δύο ϲημαϲίαϲ ἐγκειμέναϲ ἐν τῷ ἔνθα. διὰ τοῦτο τὸ ἔνθα καὶ τὸ εἰϲ τὸν τόπον ϲημαίνει καὶ ἐν τόπῳ,
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.