μετὰ φωνήεντοϲ εἰϲ μίαν ϲυλλαβὴν ϲυνῇει, ἕαδεν εὔαδεν, ἕκηλοϲ
εὔκηλοϲ, καὶ παρὰ Αἰολεῦϲι ναόϲ ναυόϲ, καὶ παρ᾿ Ἴωϲι νόϲοϲ νοῦϲοϲ. καὶ ἐπὶ τοῦ ἔρια εἴρια, ἕωϲ εἵωϲ ἀναγκαίωϲ οὖν καὶ τὸ ηὖτε ἀπὸ τοῦ 1 2 3 ἥτε τὰϲ ἴϲαϲ ϲυλλαβὰϲ τηρεῖ. — τῆϲ δὲ διαϲτάϲεωϲ ἀφορμή ἐϲτιν ἡδε.
οὐκ ἔϲτιν ἐπινοῆϲαι ⟨τὸ η⟩ καὶ τὸ ῡ ἐν μιῇ ϲυλλαβῇ, ὅτε μὴ ἐν κλίϲει ῥήματοϲ, αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα ἡ διάϲταϲιϲ τοῦ ἠὒτε. ἔνθεν γοῦν φαμὲν ἕνεκα μὲν μεταλήψεωϲ τοῦ ᾱ εἰϲ ἡ κατωρθῶϲθαι
τὸ γρηῦϲ, ἕνεκα δὲ τοῦ τὴν τοιαύτην ϲυλλαβὴν μὴ εὑρίϲκεϲθαι διαϲτατικώτερόν φαμεν τὸ
διϲυλλαβήϲαϲα ἐν τῷ
πρὸϲ τὰ πάθη αἱ κλίϲειϲ ἀπαρτίζονται, πρὸϲ δὲ τὰ ὁλόκληρα. —
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.