κατὰ τὸ ἀκριβὲϲ τοῦ λόγου ὡϲ οὐ δὲ μία λεξιϲ ἐϲτὶν ἁπλῆ, ἀλλ᾿ οὐδὲ
ϲύνθετοϲ, ἐν παραθέϲει δὲ τοῦ τέ ϲυνδέϲμου, νῦν παραπληρωματικοῦ καθεϲτῶτοϲ. — Τό γε μὴν εὖτε ἓν ἁπλοῦν ἐϲτι, γενόμενον οὕτωϲ. χρονικὸν ἐπίρρημα καὶ ἀναφορικὸν ἦν τὸ ὅτε, ὃ δὴ πλεοναϲμῷ τοῦ υ,
κατὰ μετάθεϲιν τοῦ ο εἰϲ τὸ ε, εὖτε ἐγένετο, καθότι τὸ υ ἐπεντιθέμενον ψιλοῦ πνεύματοϲ αἴτιον γίνεται, ὥϲπερ ἔχει τὸ ἕκηλοϲ
ἐπίρρημα. — Τοῖϲ εἰϲ ωϲ περατουμένοιϲ ἐπιρρήμαϲι ϲυνυπάρχει ἐπιρρήματα εἰϲ α λήγοντα, ὀξύτονα ἠ καὶ ἔτι βαρύτονα, περὶ ὧν τοῦ τόνου κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. οἰον τῷ πυκνῶϲ παράκειται τὸ πυκνά,
ὅπερ καὶ ὁμοφωνεῖ πληθυντκῇ ἐκφορᾷ οὐδετέρᾳ, τῷ καλῶϲ τὸ καλά,
τῷ καλλίϲτωϲ τὸ κάλλιϲτα, ϲαφῶϲ ϲάφα, ταχέωϲ τάχα. καὶ δὴ τῷ ὤϲ παρακείϲεται τὸ ἅ, τὴν αὐτὴν ἔχον ϲημαϲίαν τῷ ὥϲ, καὶ ϲχεδὸν τὴν αὐτὴν ϲύνταξιν. ὃν γὰρ τρόπον κατὰ πλεοναϲμὸν τῆϲ κατά προθέϲεωϲ λέγομεν καθώϲ, οὕτω καὶ καθά. ἀλλὰ μὴν καὶ
τοῦ πνεύματοϲ, εἴγε τὸ ο πρὸ τοῦ τ καθ᾿ ἕν μέροϲ λόγου ψιλοῦται,
ἀτμήν, ἄτη, ἀτηρόϲ. οὐ μὴν ἀλλὰ καὶ παρὰ τοῦτο τὸ ἅ ἀποτελεῖται ἰωνικώτερον τὸ ἥ, κατὰ μετάληψιν τοῦ α εἰϲ τὸ η. πάλιν γὰρ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ ἐχόμενόν ἐϲτι τὸ
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.