τούτων παραγωγὰ ἃ μὲν ἀπὸ ἐπιρρημάτων, ὡϲ παρὰ τὸ ἄνω ἀνωτέρω, ἢ παρὰ ὀνόματα , ὡϲ παρὰ τὸ βότρυϲ βοτρυδόν, ἢ παρὰ ῥήματα, ὡϲ
παρὰ τὸ κλέπτω κλέβδην , ἢ παρὰ ἀντωνυμίαν, ὡϲ παρὰ τὸ ἐκεῖνοϲ ἐκείνωϲ, οὖτοϲ οὕτωϲ, αὐτόϲ αὐτόθεν, ἢ παρὰ μετοχάϲ, ὡϲ παρὰ τὸ
ἐπιϲτάμενοϲ ἐπιϲταμένωϲ καὶ ἐρρωμένοϲ ἐρρωμένωϲ, ἢ παρὰ προθέϲειϲ ὡϲ ἔξ ἔξωκαὶ παρὰ τὸ ἔν ἔνδον. καθὼϲ ἔϲτιν ἐπινοῆϲαι καὶ τὰϲ τοῦ ὀνόματοϲ παραγωγὰϲ ἢ καὶ ῥήματοϲ παρὰ τὰϲ αὐτὰϲ ἰδέαϲ τῶν λέξεων
παραγομέναϲ ϲ〈ἤ παρ’ ἑτέραϲ⟩, εἴγε ἀπὸ μὲν ὀνόματοϲ ὄνομα, ὡϲ λίθοϲ λίθινοϲ, ἢ καὶ ῥῆμα, ὡϲ παρὰ τὴν εὐδαίμονοϲ εὐδαιμονῶ, ἡ καὶ παρ’
ἐπίρρημα, ὡϲ ὀψέ ὀψίζω, αἰαί αἰάζω, καὶ παρὰ πρόθεϲιν , ὑπὲρ ὑπέρτεροϲ, πρό πρότεροϲ, πάλιν καὶ τῆϲ τῶν ῥημάτων παραγωγῆϲ, ὡϲ πρόκειται, εἰϲ ταῦτα παραγομένηϲ.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.