παράκειται θηλυκὰ εἰϲ ϲα λήγοντα, τούτοιϲ παρέπεται τὸ εἶναι μετοχάϲ, 1 2 3 λέγων λέγουϲα, φρονῶν φρονοῦϲα. καὶ διὰ τούτου γε τοῦ λόγου δείκνυται, ὅτι τὸ κρείων μετοχή, ἐκ τοῦ
”εϲτι δὲ πρὸϲ τὸ τοιοῦτον φάναι, ὡϲ ταῖϲ μετοχαῖϲ πολὺ πρότερον προῦφέϲτηκε ῥήματα , φέρω φέρων, φρονῶ φρονῶν. εἴπερ οὖν τὸ ἀκέων μετοχή, ϲαφὲϲ ὅτι καὶ ῥῆμα προυποϲτήϲεται τὸ ἀκέω. ἀλλ’ οὐδεμία ὑπόμνηϲιϲ τοῦ ῥήματοϲ. ἀλλ’ ἀϲύϲτατον τὸ ῥῆμα· βαρυνόμενα
γὰρ οὐκ ἔϲτιν ἐπινοῆϲαι ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ε παρεδρευόμενα,
διϲύλλαβα μέντοι, πλέω, ῥέω, κέω, ἡ τὰ παρ’ Ἴωϲι διῃρημένα, φιλέω, νοέω. εἰ δὲ μὴ τὸ τοιοῦτον μὴ παρέπεται, οὐ μετοχὴ τὸ ἀκέων· οὐ γὰρ ἔχει ῥῆμα. Τὸ δὲ μεῖζον τὰ πτωτικὰ ϲυμμεταϲχηματίζεται τοῖϲ
ἀριθμοῖϲ, τὰ δὲ ἐπιρρήματα καθ’ ἔνα ϲχηματιϲμὸν ἐκφέρεται. τοῦ μὲν προτέρου, ἄνθρωπ οι ὄν τεϲ διαλέγεϲθε, ἄδοντεϲ ὑμνεῖτε, δια
χεόμεν οι ἄδετε· τοῦ δὲ δευτέρου, κρύβ δην ᾄδετε, βοτρυδὸν παραγίνεϲθε. εἴπερ οὖν καὶ τὸ ἀκέων μετοχή, ϲαφὲϲ ὅτι πρὸϲ μὲν
τὸ ἑνικὸν καθ’ ἑνικὴν ϲύνταξιν παραληφθήϲεται, ἀκέων εὐφραίνου, πρὸϲ δὲ τὸ πληθυντικὸν κατὰ πληθυντικήν, ἀκέοντεϲ εὐφραίνεϲθε, ὡϲ ἡϲυχάζων εὐφραίν νου, ἡϲυχάζον τεϲ εὐφραίνεϲθε. ὅπερ
οὐ παρείπετο ἐν τῷ
μετοχικῆϲ. - Περὶ τοῦ μεταϲχηματιϲμοῦ ἐκεῖνο ἔϲτι φάναι, ὡϲ ὁ τύποϲ
ὡϲ μετοχικὸϲ γενόμενοϲ τοῦ ἐπιρρήματοϲ, κατὰ ϲυνεκδρομὴν ἔϲχε θηλυκὸν παραϲχηματιϲμόν, ῷ λόγῳ καὶ τὸ ἄγε, ἐπίρρημα ὄν, τῇ ϲυνεκδρομῇ τοῦ ῥήματοϲ ἔϲχε παρακείμενον τὸ ἄγετε, ὡϲ καὶ
θηλυκὸν τὸ ἀέκουϲα,
ἀκριβῆ παράθεϲιν ἐντελέϲτερον ἐν τῷ περὶ μετοχῶν ἐκθηϲόμεθα.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.