ἔχεϲθαι αὐτὸ τοῦ κατὰ τὰ ἐπιρρήματα μεριϲμοῦ. τὰ γὰρ τοιαῦτά φηϲιν ὀξύνεϲθαι, ἀναιμωτί, ἀκονιτί, ἀδακρυτί, κἂν ᾖ ϲὺν τῷ ϲ, ἑλληνιϲτί δωριϲτί, αἰολιϲτί. Πάνυ δὲ ἀπόβλητοϲ ὁ λόγοϲ. οὐ γὰρ τὰ παρὰ πνεύματα ἢ τόνον ἢ τι τῶν παρεπομένων ταῖϲ φωναῖϲ ἐκφερόμενα περιγράφεται τοῦ δέοντοϲ
μεριϲμοῦ. οὐ γὰρ ἐπεὶ μὴ δεόντωϲ τὸ πούϲ ὀξύνεται, οὐκ ὄνομα·
ἢ ὅτι τὸ ἅπαξ βαρύνεται καὶ πέριξ, τῶν ἄλλων ὀξυνομένων οὐκ ἐπιρρήματα.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.