ἄρχοιτο, τὸ ε προϲλαμβάνειν ἔξωθεν. καὶ οὐκ ἄλλῳ τῳ μέρει λόγου τοῦτο παρεπόμενόν ἐϲτι. πῶϲ οὖν κἂν κατ’ ὀλίγον τιϲ διϲτάϲειε τὸ δεῖ ὅτι ῥῆμά ἐϲτι, καὶ οὕτωϲ ὥϲτε τὸ ϲυγκεχυμένον τῶν χρόνων διαϲτέλλειν; ἐνεϲτῶτοϲ γὰρ χρόνου γενήϲεται τὸ δεῖ γράφειν, λέγω
τὸ γράφειν· παρατατικοῦ δὲ τὸ ἔδει γράφειν, προϲλαβὸν ἔξωθεν τὸ ε, ὅπερ ἴδιον ῥήματοϲ, ὡϲ εἰ καὶ τὸ θέλω γράφειν εἴη ἐνεϲτῶτοϲ διὰ τὸ θέλω, παρατατικοῦ δὲ ἐν τῷ ἔθελον γράφειν. τὸ δὲ αὐτὸ παρεπόμενόν ἐϲτι καὶ τῷ χρή.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.