πρὸϲ ᾦ ἀπαρέμφατον, ὅ ἐϲτι μονοπρόϲωπον, καὶ ἔνθεν μονοϲχημάτιϲτον τὸ ἐμὲ δεῖ γράφειν. τὸ γὰρ δεῖ ἐπὶ τὸ γράφειν φέρεται,
ὅπερ οὐ προϲώπου ἐϲτὶ δεκτικόν. καὶ ἔνθεν, ϲυντεῖνον εἰϲ αὐτὸ τὸ γράφειν, καὶ ⟨αὐτὸ⟩ τὸν ἕνα ϲχηματιϲμὸν ἀναδέχεται. Πρόδηλον δὲ γινέϲθω καὶ ἐκ ῥήματοϲ τοῦ λείπει. οὐ γὰρ ἔϲτιν ὅϲτιϲ ὀλίγον διϲτάϲειεν, ὅτι τὸ λείπει ῥῆμά ἐϲτι· καὶ οὐ παρὰ τοῦτο οὐχὶ ῥῆμα γενήϲεται, ἐὰν
μονοϲχημάτιϲτον γένηται μετὰ τῆϲ τοῦ ἀπαρεμφάτου ϲυντάξεωϲ. ἔχει γὰρ τῇδε τὰ τῆϲ ϲυντάξεωϲ, λείπει ἐμὲ τὸ γράφειν, λείπει ϲὲ τὸ γράφειν, λείπει ἐκεῖνον τὸ γράφειν. καὶ ἐπεὶ οὐκέτι μεταπεποίηται πρὸϲ τὸ πρῶτον ἢ δεύτερον ἢ τρίτον, οὐχὶ πάντωϲ οὐ ῥῆμα.
πάλιν γὰρ καθ’ ἕνα ϲχηματιϲμόν ἐϲτι διὰ τὴν ϲύνταξιν τὴν τοῦ ἀπαρεμφάτου,
ὅπερ τρίτον ὂν ἀμέριϲτον ἦν κατὰ τὴν προϲωποποιίαν. καὶ ϲαφὲϲ ἔτι, κατὰ τὴν τοιαύτην ϲύνταξιν ὡϲ τὸ γράφειν ὀρθῆϲ ἔϲται πτώϲεωϲ διὰ τὸ λείπει. — Καὶ ὡϲ μὲν καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφέρεται
τὸ χρή καὶ δεῖ, ἐν διαφόροιϲ προϲώποιϲ ἐγγινόμενον, ἀπεδείχθη.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.