ῥῆμα τὸ παρυφιϲτάνον τὸ οὐκ ἐγγινόμενον ἐν προϲώποιϲ, τουτέϲτιν ὃ δηλοῖ τὸ ἀπαρέμφατον. ὅθεν καὶ κατὰ τοὺϲ δέονταϲ λόγουϲ ἄρθρου ἐϲτὶ προϲδεκτικά, ἐπεὶ ἅπαξ παρυφίϲταται ὀνοματικὴ κατηγορία
τοῦ πράγματοϲ. κἀκεῖνο δέ ἐϲτιν ἀληθέϲ, ὡϲ τὰ ῥήματα θέλει ϲυντάϲϲεϲθαι
τοῖϲ πτωτικοῖϲ ἢ ὡϲ πτωτικοῖϲ. καὶ δὴ τὰ προκείμενα τῶν μορίων, ῥήματα καθεϲτῶτα, ϲύνταξιν ποιεῖται τὴν εἰϲ τὰ ἀπαρέμφατα ὡϲ πτωτικά, ὅτε λέγομεν οὕτωϲ, δεῖ περιπατεῖν· ϲημαίνει γὰρ τὸ τοιοῦτον,
λείπει ὁ περίπατοϲ. διὸ καὶ δοκεῖ μοι διὰ τοῦτο ἐπ’ αἰτιατικὴν
φέρεϲθαι ὁ ϲχηματιϲμόϲ. ὅϲα γὰρ ἐπ’ εὐθείαϲ νοεῖται μετὰ ῥήματοϲ τοῦ ϲυνόντοϲ, ταῦτα τὴν ἐνέργειαν μετατίθηϲιν ἐπὶ τὴν αἰτιατικήν,
τύπτει Διονύϲιοϲ Ἀπολλώνιον· ἔϲτι γὰρ ἡ διάθεϲιϲ ἀπὸ τοῦ τύπτειν ἐπ’ αἰτιατικὴν μετιοῦϲα τὴν Ἀπολλώνιον. κἂν ἐν δοτικῇ δέ ποτε ὁ ϲχηματιϲμὸϲ γένηται ἢ γενικῇ, πάλιν ἔϲτιν ἐπινοῆϲαι τὴν
1 2 κατ᾿ αἰτιατικὴν ἔϲωθέν τινα δρᾶϲιν γινομένην, ὡϲ ἔχει τὸ Διονύϲιοϲ τέμνει Ἀπολλωνίῳ· τοιοῦτον γάρ τί ἐϲτι, τέμνει τι εἰϲ περιποίηϲιν
Ἀπολλωνίου. — Καὶ ἡ διάθεϲιϲ οὖν ἡ τοῦ δεῖ ἐλλειπτικὴ μετὰ τοῦ ἀπαρεμφάτου ἐν εὐθείᾳ ϲυνταϲϲομένου μέτειϲιν ἐπὶ τὴν
αἰτιατικήν, δεῖ γράφειν Ἀπολλώνιον, ἵνα ᾖ τι τοιοῦτον, λείπει τὸ πρᾶγμα τὸ ἐκ τοῦ γράφειν Ἀπολλώνιον. ὅπερ ὁ βίοϲ ὡϲ
ἐπιτατικὸν μᾶλλον ἀνεδέξατο, ὅπερ οὐκ ἦν, ἀλλὰ ἔλλειψιϲ τοῦ πράγματοϲ, ὃ καὶ δέον ἦν ποιεῖν· καὶ ἐντεῦθεν ἡ δόκηϲιϲ τῆϲ ἐπιτάϲεωϲ.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.