τὴν τῶν εἰϲ θεν , ἄλλοθεν ἄλλοϲε, πόθεν πόϲε, πάντοθεν πάντοϲε· οὐ τοῦτό μου ἀποφαινομένου, ὡϲ πάντωϲ τὰ εἰϲ θεν λήγοντα ἀντιπαράκειται τοῖϲ είϲ ϲε, ἀλλ’ ὡϲ τὰ εἰϲ ϲε τοῖϲ εἰϲ θεν παράκειται, ὧν καὶ τὴν ταυτότητα τῆϲ τάϲεωϲ ἀναδέχονται. οἶϲ πάλιν ϲύνεϲτιν ἡ διὰ
τοῦ θι παραγωγή, τὴν ἐν τόπῳ ϲχέϲιν ἁπάντοτε δηλοῦϲα, πάλιν τῆϲ
1 2 αὐτῆϲ τάϲεωϲ ϲυνούϲηϲ, γραφῆϲ τε τῆϲ διὰ τοῦ θ, εἰ ϲυνείη κατὰ τὸ πλέον καὶ ἡ διὰ τοῦ ο γραφὴ παρεδρεύουϲα· εἰ δὲ μή γε ἡ διὰ τοῦ οϲ γραφὴ ἐγγίνεται, ὡϲ ἔχει τὰ τοιαῦτα, οὐκ ἐν μονῇ μὲν τοῦ θ. Ἀθήνη Ἀθήνηθεν Ἀθήνηϲιν, Θήβη Θήβηθεν Θήβηϲι, ϲυνόντοϲ δὲ τοῦ o
οὐρανόθεν οὐρανόθι, Ἀβυδόθεν Ἀβυδόθι, οἴκοθεν οἴκοθι. πρόϲκειται δὲ κατὰ τὸ πλέον διὰ τὸ κεῖθεν καὶ κεῖθι, ὅπερ ἴϲωϲ τοῦ ἐκεινόθι δύναται ϲυγκοπὴ εῖναι· ἀλλὰ καὶ πάλιν διὰ τὸ ἐγγύθεν καὶ ἐγγύθι. —
καὶ ϲαφὲϲ ὅτι δεόντωϲ ἐν τοῖϲ πλείϲτοιϲ ἡ τοιαύτη γίνεται ἀπαράδεκτοϲ τροφή ή, λέγω τὴν
οὐρανόφιν ἢ οὐρανόθεν, οὐ τοῦτό μου ἀποφαινομένου, ὡϲ τὰ διὰ τοῦ Ὅθεν ἐκφερόμενα τὴν ἐκ τόπου ϲχέϲιν ϲημαίνει, ἢ ἐν γενικῇ θέλει παραλαμβάνεϲθαι,
ἢ καθόλου ὅτι ἐϲτὶν ἐν τῇ ϲυντάξει ἐπίρρημα· δεδείξεται γὰρ μὴ τὴν ἐκ τόπου ϲχέϲιν δηλοῦν, τὸ δὲ αὐτὸ τοῖϲ ἀφ’ ὧν
ἐϲχηματίϲθη. Τά γε μὴν εἰϲ φι λήγοντα αὐτὸ μόνον παραγωγῆϲ δόξαν ἔϲχεν ἐπιρρηματικῆϲ, οὐ μὴν ἐϲτὶν ἐπιρρήματα τῇ φύϲει, καθάπερ τοὐναντίον ὀνόματα πολλάκιϲ τῇ φύϲει ὄντα, ϲύνταξιν ἐπιρρηματικὴν
ἀναδεξάμενα , λέγεται ἐπιρρήματα. ἔχει δὲ τὰ τοῦ λόγου οὕτωϲ. πᾶϲα
παραγωγὴ ἐπιρρηματική, τοπικὴν ϲχέϲιν ἀναδεξαμένη, μιᾷ ὑπακούει πτώϲει κατὰ τὴν διάλυϲιν, οἴκοθι ἐν οἴκῳ, οἴκοθεν ἐξ οἴκου, οἴκαδε εἰϲ οἶκον. χρὴ οὑν καὶ τὰ παρόντα τοῦ λόγου ἔχεϲθαι. — γενικὴ δέ ἐϲτι τὸ παϲϲαλόφι, καὶ δοτικὴ
τῶν πτώϲεων τὴν παραγωγὴν γίνεϲθαι. ὅπερ οὐκ ἰδιον ἐπιρρημάτων· οὐδὲ γὰρ τὸ τοιόϲδε καὶ τοϲόϲδε, τὸ τοῦ ἐπιρρήματοϲ ἀναδεξάμενα κατὰ τὸ τέλοϲ, ἐπιρρήματα ἐκαλέϲαμεν διὰ τὸ ϲυνημμένον τῆϲ πτώϲεωϲ καὶ διὰ τὸ αὐτὸ δηλούμενον. ἔϲτι δὲ καὶ ἐκ παραθέϲεωϲ προθετικῆϲ
3 4 ἔϲθ᾿ ὅτε τοπικὴν ϲχέϲιν ϲημαίνοντα, ἐπιρρήματα δὲ διὰ τῆϲ παραγωγῆϲ
μόνον τὴν τοπικὴν ϲχέϲιν δηλοῖ. διὸ καὶ εἰϲ ταῦτα ἀντιμεταλαμβάνεται, οἴκοθι ἐν οἴκῳ· οὐ γὰρ δή γε ἐν οἴκοθί τιϲ φαίη. οἴκαδε εἰϲ οἰκον, οὐκ εἰϲ οἴκαδε. διὸ καὶ τὰ τοιαῦτα κακία, ἐξ οἴκοθεν, παρολκαὶ
δὲ ποιητικαὶ ἐξ οὐρανόθεν· ὑπὲρ ὦν κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. εἰ δὴ
τοῦτο, οὐκ ἐπιρρηματικὴ ϲύνταξιϲ τοῦ ἐκ παϲϲαλόφιν, κατ᾿ ὄρεϲφιν, τῶν παραπληϲίων. ὅθεν προκρίνειεν ἄν τιϲ καὶ τὴν τοῦ φι γραφὴν ἐν τῷ οὐρανόθι πρό, ἐπεὶ ἰδίαϲ παραγωγῆϲ ἔχεται ἡ διὰ τοῦ θεν.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.