ϲπόροϲ ϲποράδην. ἤ παρὰ ῥῆμα, διὰ τοῦ δ καὶ τοῦ ϲυγγενοῦϲ β παραλαμβανομένου ἐν πρώτῃ ϲυζυγίᾳ, κλέπτω κλέβδην, κρύπτω κρύβδην, γράφω γράβδην, ὄπτω ὄβδην καὶ ἐϲόβδην. καὶ παρὰ τοὺϲ εἰϲ ξω λήγονταϲ μέλλονταϲ διὰ τοῦ γδ, πλέξω πλέγδην, μίξω μίγδην, νύξω
νύγδην. καὶ παρὰ τὴν πέμπτην δὲ ϲυζυγίαν, αἴρω ἄρδην, φύρω φύρδην.
καὶ παρὰ τὸ ϲύω δὲ τὸ ϲύδην· ὅπερ ἐϲχημάτιϲτο, ἐκ μεταθέϲεωϲ τοῦ ε εἰϲ τὸ υ, παρὰ τὸ ϲέω, ἀφ’ οὗ καὶ τὸ ϲόοϲ, καθότι καὶ τῷ ῥέω τὸ
ῥύω παράκειται, ἀφ᾿ οὐ καὶ τὸ ῥύβδην καὶ ὁλόκληρον εἰϲ ον λῆγον ῥυδόν· καὶ παρὰ τὸ χύω τὸ χύδην. ϲεϲημείωται τὸ βύζην, καὶ διὰ τὴν ἔκταϲιν τοῦ υ, καὶ διὰ τὴν μονὴν τοῦ ζ. καὶ παρὰ ῥῆμα δὲ τὸ ῥῶ,
ἀφ᾿ οὗ τὸ ῥητόν καὶ ἄρρητον, παράκειται τὸ ῥήδην, καθὸ καὶ τῷ τμήγω τὸ τμήδην. φαίνεται ὅτι καὶ τῷ ἤδω τὸ ἥδην παράκειται καὶ ἅδην. καὶ παρὰ τὰ εἰϲ μι λήγοντα ἔϲτιν εὑρέϲθαι, βίβημι βάδην, ἵημι ἀέδην καὶ ἀνέδην. ἔδει οὗν καὶ παρὰ τὸ πρίημι τὸ πριάδην ἐπιρρηματικῆϲ
ἐχόμενον ϲυντάξεωϲ.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.