ἡ γὰρ εἰϲ θι παραγωγὴ τὸ ἐν τόπῳ ϲημαίνει. ὅπερ τινὲϲ μετέγραψαν
τὸ οὐρανόθεν, ἵνα τὸ ἐκ τόπου δηλωθῆ. ἀλλὰ πάλιν ἐδόκει καὶ τὸ πρό ἀντικεῖϲθαι· ἐπεὶ γὰρ τὸ οὐρανόθεν τὸ ἐξ οὐρανοῦ ϲημαίνει, οὐ ϲυνίϲταται δὲ τὸ πρὸ ἐξ οὐρανοῦ, ϲαφὲϲ ὅτι παραπεμπτέον καὶ τὴν
διὰ τοῦ θεν γραφήν. χωρὶϲ εἰ μὴ ἐκεῖνό τιϲ εἴποι, ὡϲ ἔϲθ᾿ ὅτε ταῖϲ γενικαῖϲ μόνον ἡ παραγωγὴ ἰϲοδυναμεῖ, οὐ δηλουμένηϲ τῆϲ ἔκ προθέϲεωϲ
ὡϲ τὸ
καὶ τὸ οὐρανόθεν προϲλαμβάνει τὴν ἔξ πρόθεϲιν, ἐξ οὐρανόθεν, ὡϲ αὐ
· τοῦ θεν νῦν οὐ λεκτικῶϲ προϲεληλυθότοϲ, ἐν δὲ μόνον παραγωγῇ, καθὼϲ προαπεδόθη. τῆδε οὖν ἕξει καὶ τὸ οὐρανόθεν πρό. — εὐμαρέϲτερον
μέντοι τὴν διὰ τοῦ φι παραγωγὴν παραδέχεϲθαι, ἤ τιϲ ϲυνήθωϲ καὶ ἐπὶ γενικῆϲ παραλαμβάνεται. ἢ παραλαμβανομένη ποικίλαϲ ἔχει τὰϲ προθέϲειϲ προϲιούϲαϲ, ἐκ παϲϲαλόφιν, ἀπὸ χαλκόφι. — διὸ καὶ
ἐν παραγωγῇ μόνον κατὰ τὰϲ ἀρχὰϲ τὰ τοιαῦτα τῶν ἐπιρρημάτων παρελαμβάνομεν. — τῇδε οὖν ἔχει καὶ τὸ οὐρανόφι πρό.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.