τὸ ἕτεροϲ τὸ ἑτέρωτε (ἢ παῤ ἐπίρρημα τὸ ἑτέρωθε), ἀφ᾿ οὖ καὶ τὸ παῤ
Αἰολεῦϲιν ἑτέρωτα· πρόκειται γάρ, ὅτι τὸ τοιοῦτον ε εἰϲ α τρέπουϲιν Αἰολεῖϲ καὶ Δωριεῖϲ, ὥϲπερ ἔχει καὶ τὸ πότα. — ϲαφὲϲ ὅτι καὶ παρὰ
τὸ νέοϲ τὸ μὲν κοινὸν ἦν νέοτε, κατ᾿ Ἀττικὴν δὲ ἐπέκταϲιν νέωτα, Αἰολικώτερον τοῦ ε εἰϲ α τραπέντοϲ. καὶ τὸ ἐνίοτε δὲ παρὰ τὸ ἔνιοϲ ἢ ἔνιοί ἐϲτιν.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.